Σάββατο 6 Φεβρουαρίου 2016

Ανθολογία Αρχαίας Ελληνικής Γραμματείας, ΙΣΤΟΡΙΟΓΡΑΦΙΑ, ΘΟΥΚΥΔΙΔΗΣ - Ἱστορίαι 2, 47-54

Ο λοιμός

Τις πρώτες ημέρες του θέρους του 430 π.Χ., ενώ οι Πελοποννήσιοι είχαν εισβάλει, όπως και τον προηγούμενο χρόνο, στην Αττική, ξαφνικά ενέσκηψε στην Αθήνα ο λοιμός, που περιγράφεται από τον Θουκυδίδη, με την εμπειρία του ανθρώπου που νόσησε ο ίδιος, στο δεύτερο βιβλίο της Ιστορίας του, αμέσως μετά τον επιτάφιο του Περικλή. Ο λοιμός, που έως σήμερα δεν έχει ταυτιστεί πειστικά με κάποια γνωστή επιδημία, κράτησε αρχικά δύο χρόνια και επανεμφανίστηκε αργότερα, το 427/426 π.Χ. Σύμφωνα με την περιγραφή του Θουκυδίδη επρόκειτο για άκρως μεταδοτική νόσο, που έπληττε και τους ανθρώπους και τα ζώα. Όσοι προσβάλλονταν και διέφευγαν το θάνατο είχαν πλέον ανοσία.

Ο ιστορικός, θέλοντας, μεταξύ άλλων, να είναι η μαρτυρία του και πρακτικά χρήσιμη, αν τυχόν εμφανιζόταν και πάλι κάποια ανάλογη επιδημία, περιγράφει λεπτομερώς τα εξωτερικά και εσωτερικά συμπτώματα, παρακολουθώντας την πορεία που ακολουθούσε η ίδια η νόσος (από το κεφάλι προς τα κάτω άκρα), τα γενικά χαρακτηριστικά της αρρώστιας και την κατάρρευση των κοινωνικών φραγμών και αξιών που επέφερε ο λοιμός. Ανεξάρτητα από την όποια επιστημονική αξία της περιγραφής, βέβαιη είναι η λογοτεχνική της αξία: η περιγραφή του Θουκυδίδη αποτελεί το αρχέτυπο για τις περιγραφές λοιμών, ένα θέμα που άσκησε ιδιαίτερη έλξη στη λατινική και στη νεότερη ευρωπαϊκή λογοτεχνία.

Ἱστορίαι 2, 47-54

[2.47.2] τοῦ δὲ θέρους εὐθὺς ἀρχομένου Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τὰ δύο μέρη ὥσπερ καὶ τὸ πρῶτον ἐσέβαλον ἐς τὴν Ἀττικήν (ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς), καὶ καθεζόμενοι ἐδῄουν τὴν γῆν. [2.47.3] καὶ ὄντων αὐτῶν οὐ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις, οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι. [2.47.4] οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ, ἀλλ᾽ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ καὶ μάλιστα προσῇσαν, οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία· ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν ἢ μαντείοις καὶ τοῖς τοιούτοις ἐχρήσαντο, πάντα ἀνωφελῆ ἦν, τελευτῶντές τε αὐτῶν ἀπέστησαν ὑπὸ τοῦ κακοῦ νικώμενοι. [2.48.1] ἤρξατο δὲ τὸ μὲν πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν. [2.48.2] ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐσέπεσε, καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπ᾽ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα· κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι. ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη. [2.48.3] λεγέτω μὲν οὖν περὶ αὐτοῦ ὡς ἕκαστος γιγνώσκει καὶ ἰατρὸς καὶ ἰδιώτης, ἀφ᾽ ὅτου εἰκὸς ἦν γενέσθαι αὐτό, καὶ τὰς αἰτίας ἅστινας νομίζει τοσαύτης μεταβολῆς ἱκανὰς εἶναι δύναμιν ἐς τὸ μεταστῆσαι σχεῖν· ἐγὼ δὲ οἷόν τε ἐγίγνετο λέξω, καὶ ἀφ᾽ ὧν ἄν τις σκοπῶν, εἴ ποτε καὶ αὖθις ἐπιπέσοι, μάλιστ᾽ ἂν ἔχοι τι προειδὼς μὴ ἀγνοεῖν, ταῦτα δηλώσω αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας.
[2.49.1] τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν· εἰ δέ τις καὶ προύκαμνέ τι, ἐς τοῦτο πάντα ἀπεκρίθη. [2.49.2] τοὺς δὲ ἄλλους ἀπ᾽ οὐδεμιᾶς προφάσεως, ἀλλ᾽ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει· [2.49.3] ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ· καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξειεν, ἀνέστρεφέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῇσαν, καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης. [2.49.4] λύγξ τε τοῖς πλέοσιν ἐνέπιπτε κενή, σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν, τοῖς μὲν μετὰ ταῦτα λωφήσαντα, τοῖς δὲ καὶ πολλῷ ὕστερον. [2.49.5] καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ᾽ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν, ἀλλ᾽ ὑπέρυθρον, πελιτνόν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός· τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς μηδ᾽ ἄλλο τι ἢ γυμνοὶ ἀνέχεσθαι, ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν. καὶ πολλοὶ τοῦτο τῶν ἠμελημένων ἀνθρώπων καὶ ἔδρασαν ἐς φρέατα, τῇ δίψῃ ἀπαύστῳ ξυνεχόμενοι· καὶ ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν. [2.49.6] καὶ ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν καὶ ἡ ἀγρυπνία ἐπέκειτο διὰ παντός, καὶ τὸ σῶμα, ὅσονπερ χρόνον καὶ ἡ νόσος ἀκμάζοι, οὐκ ἐμαραίνετο, ἀλλ᾽ ἀντεῖχε παρὰ δόξαν τῇ ταλαιπωρίᾳ, ὥστε ἢ διεφθείροντο οἱ πλεῖστοι ἐναταῖοι καὶ ἑβδομαῖοι ὑπὸ τοῦ ἐντὸς καύματος, ἔτι ἔχοντές τι δυνάμεως, ἢ εἰ διαφύγοιεν, ἐπικατιόντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν καὶ ἑλκώσεώς τε αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης καὶ διαρροίας ἅμα ἀκράτου ἐπιπιπτούσης οἱ πολλοὶ ὕστερον δι᾽ αὐτὴν ἀσθενείᾳ διεφθείροντο. [2.49.7] διεξῄει γὰρ διὰ παντὸς τοῦ σώματος ἄνωθεν ἀρξάμενον τὸ ἐν τῇ κεφαλῇ πρῶτον ἱδρυθὲν κακόν, καὶ εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο, τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινεν. [2.49.8] κατέσκηπτε γὰρ ἐς αἰδοῖα καὶ ἐς ἄκρας χεῖρας καὶ πόδας, καὶ πολλοὶ στερισκόμενοι τούτων διέφευγον, εἰσὶ δ᾽ οἳ καὶ τῶν ὀφθαλμῶν. τοὺς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀναστάντας τῶν πάντων ὁμοίως, καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους. [2.50.1] γενόμενον γὰρ κρεῖσσον λόγου τὸ εἶδος τῆς νόσου τά τε ἄλλα χαλεπωτέρως ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν προσέπιπτεν ἑκάστῳ καὶ ἐν τῷδε ἐδήλωσε μάλιστα ἄλλο τι ὂν ἢ τῶν ξυντρόφων τι· τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων ἢ οὐ προσῄει ἢ γευσάμενα διεφθείρετο. [2.50.2] τεκμήριον δέ· τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο, καὶ οὐχ ἑωρῶντο οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν· οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος διὰ τὸ ξυνδιαιτᾶσθαι. [2.51.1] τὸ μὲν οὖν νόσημα, πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον, τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν. καὶ ἄλλο παρελύπει κατ᾽ ἐκεῖνον τὸν χρόνον οὐδὲν τῶν εἰωθότων· ὃ δὲ καὶ γένοιτο, ἐς τοῦτο ἐτελεύτα. [2.51.2] ἔθνῃσκον δὲ οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι. ἕν τε οὐδὲ ἓν κατέστη ἴαμα ὡς εἰπεῖν ὅ τι χρῆν προσφέροντας ὠφελεῖν· [2.51.3] τὸ γάρ τῳ ξυνενεγκὸν ἄλλον τοῦτο ἔβλαπτεν· σῶμά τε αὔταρκες ὂν οὐδὲν διεφάνη πρὸς αὐτὸ ἰσχύος πέρι ἢ ἀσθενείας, ἀλλὰ πάντα ξυνῄρει καὶ τὰ πάσῃ διαίτῃ θεραπευόμενα. [2.51.4] δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία ὁπότε τις αἴσθοιτο κάμνων (πρὸς γὰρ τὸ ἀνέλπιστον εὐθὺς τραπόμενοι τῇ γνώμῃ πολλῷ μᾶλλον προΐεντο σφᾶς αὐτοὺς καὶ οὐκ ἀντεῖχον), καὶ ὅτι ἕτερος ἀφ᾽ ἑτέρου θεραπείας ἀναπιμπλάμενοι ὥσπερ τὰ πρόβατα ἔθνῃσκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει. [2.51.5] εἴτε γὰρ μὴ ᾽θέλοιεν δεδιότες ἀλλήλοις προσιέναι, ἀπώλλυντο ἐρῆμοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θεραπεύσοντος· εἴτε προσίοιεν, διεφθείροντο, καὶ μάλιστα οἱ ἀρετῆς τι μεταποιούμενοι· αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν ἐσιόντες παρὰ τοὺς φίλους, ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες καὶ οἱ οἰκεῖοι ἐξέκαμνον ὑπὸ τοῦ πολλοῦ κακοῦ νικώμενοι. [2.51.6] ἐπὶ πλέον δ᾽ ὅμως οἱ διαπεφευγότες τόν τε θνῄσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο διὰ τὸ προειδέναι τε καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι· δὶς γὰρ τὸν αὐτόν, ὥστε καὶ κτείνειν, οὐκ ἐπελάμβανεν. καὶ ἐμακαρίζοντό τε ὑπὸ τῶν ἄλλων, καὶ αὐτοὶ τῷ παραχρῆμα περιχαρεῖ καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τι εἶχον κούφης μηδ᾽ ἂν ὑπ᾽ ἄλλου νοσήματός ποτε ἔτι διαφθαρῆναι. [2.52.1] ἐπίεσε δ᾽ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ οὐχ ἧσσον τοὺς ἐπελθόντας. [2.52.2] οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ᾽ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους διαιτωμένων ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ᾽ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ. τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων· [2.52.3] ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅ τι γένωνται, ἐς ἀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. [2.52.4] νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο. καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο σπάνει τῶν ἐπιτηδείων διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν· ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον, οἱ δὲ καιομένου ἄλλου ἐπιβαλόντες ἄνωθεν ὃν φέροιεν ἀπῇσαν. [2.53.1] πρῶτόν τε ἦρξε καὶ ἐς τἆλλα τῇ πόλει ἐπὶ πλέον ἀνομίας τὸ νόσημα. ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπεκρύπτετο μὴ καθ᾽ ἡδονὴν ποιεῖν, ἀγχίστροφον τὴν μεταβολὴν ὁρῶντες τῶν τε εὐδαιμόνων καὶ αἰφνιδίως θνῃσκόντων καὶ τῶν οὐδὲν πρότερον κεκτημένων, εὐθὺς δὲ τἀκείνων ἐχόντων. [2.53.2] ὥστε ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ἠξίουν ποιεῖσθαι, ἐφήμερα τά τε σώματα καὶ τὰ χρήματα ὁμοίως ἡγούμενοι. [2.53.3] καὶ τὸ μὲν προσταλαιπωρεῖν τῷ δόξαντι καλῷ οὐδεὶς πρόθυμος ἦν, ἄδηλον νομίζων εἰ πρὶν ἐπ᾽ αὐτὸ ἐλθεῖν διαφθαρήσεται· ὅτι δὲ ἤδη τε ἡδὺ πανταχόθεν τε ἐς αὐτὸ κερδαλέον, τοῦτο καὶ καλὸν καὶ χρήσιμον κατέστη. [2.53.4] θεῶν δὲ φόβος ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε, τὸ μὲν κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ ἐκ τοῦ πάντας ὁρᾶν ἐν ἴσῳ ἀπολλυμένους, τῶν δὲ ἁμαρτημάτων οὐδεὶς ἐλπίζων μέχρι τοῦ δίκην γενέσθαι βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι, πολὺ δὲ μείζω τὴν ἤδη κατεψηφισμένην σφῶν ἐπικρεμασθῆναι, ἣν πρὶν ἐμπεσεῖν εἰκὸς εἶναι τοῦ βίου τι ἀπολαῦσαι. [2.54.1] τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τ᾽ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης. [2.54.2] ἐν δὲ τῷ κακῷ οἷα εἰκὸς ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι «ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ᾽ αὐτῷ.» [2.54.3] ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν, ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἃ ἔπασχον τὴν μνήμην ἐποιοῦντο. ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται. [2.54.4] μνήμη δὲ ἐγένετο καὶ τοῦ Λακεδαιμονίων χρηστηρίου τοῖς εἰδόσιν, ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεὸν εἰ χρὴ πολεμεῖν ἀνεῖλε κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι, καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι. [2.54.5] περὶ μὲν οὖν τοῦ χρηστηρίου τὰ γιγνόμενα ᾔκαζον ὁμοῖα εἶναι· ἐσβεβληκότων δὲ τῶν Πελοποννησίων ἡ νόσος ἤρξατο εὐθύς, καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν, ὅτι καὶ ἄξιον εἰπεῖν, ἐπενείματο δὲ Ἀθήνας μὲν μάλιστα, ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ πολυανθρωπότατα. ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα.

***
[47] Ευθύς δε με την αρχήν του επομένου θέρους, οι Πελοποννήσιοι και λοιποί σύμμαχοι, με τα δύο τρίτα των δυνάμεών των, όπως και την πρώτην φοράν, υπό την αρχηγίαν του βασιλέως των Λακεδαιμονίων Αρχιδάμου, υιού του Ζευξιδάμου, εισέβαλαν εις την Αττικήν, όπου στρατοπεδεύσαντες ήρχισαν να ερημώνουν την γην. [3] Και πριν παρέλθουν πολλαί ημέραι από της εισβολής, παρουσιάσθη διά πρώτην φοράν εις τας Αθήνας ο λοιμός, ο οποίος ελέγετο μεν ότι είχεν ενσκήψει προηγουμένως πολλαχού, και εις την Λήμνον και εις άλλας χώρας, αλλά πουθενά δεν εμνημονεύετο λοιμώδης νόσος τοιαύτης εκτάσεως, ούτε φθορά ανθρώπων τόσον μεγάλη. [4] Διότι ούτε ιατροί, οι οποίοι, αγνοούντες την φύσιν της ασθενείας, επεχείρουν διά πρώτην φοράν να την θεραπεύσουν, αλλ᾽ απέθνησκαν οι ίδιοι μάλλον, καθόσον και περισσότερον ήρχοντο εις επαφήν με αυτήν, ούτε άλλη καμία ανθρωπίνη τέχνη ηδύνατο να βοηθήση. Ό,τι αφορά εξ άλλου τας προς τους θεούς παρακλήσεις ή τας προς τα μαντεία επικλήσεις και τα τοιαύτα, τα πάντα ήσαν ανωφελή, και επί τέλους οι άνθρωποι, καταβληθέντες από το κακόν, παρητήθησαν αυτών.
[48] Η νόσος ήρχισε το πρώτον, ως λέγεται, από την νοτίως της Αιγύπτου κειμένην Αιθιοπίαν, από όπου κατέβη έπειτα εις την Αίγυπτον και την Λιβύην και επεξετάθη εις το πλείστον μέρος της Περσικής αυτοκρατορίας. [2] Εις δε την πόλιν των Αθηνών ενέσκηψεν αιφνιδίως και προσέβαλε κατά πρώτον τους κατοίκους του Πειραιώς, και διά τούτο ελέχθη από αυτούς ότι οι Πελοποννήσιοι είχαν ρίψει δηλητήριον εις τας δεξαμενάς, διότι κρήναι δεν υπήρχαν ακόμη εκεί. Αλλ᾽ ύστερον έφθασε και εις την άνω πόλιν και από τότε ηύξησε μεγάλως η θνησιμότης. [3] Καθείς δε, είτε ιατρός είτε άπειρος της ιατρικής, ημπορεί, αναλόγως της ατομικής του κρίσεως, να ομιλή περί της πιθανής προελεύσεώς της και περί των αιτίων, τα οποία νομίζει ικανά να επιφέρουν τοιαύτην διατάραξιν των υγιεινών συνθηκών. Αλλ᾽ εγώ, που και ο ίδιος έπαθα από την νόσον, και με τα ίδια τα μάτια μου είδα άλλους πάσχοντας, θα εκθέσω την πραγματικήν της πορείαν και θα περιγράψω τα συμπτώματά της, η ακριβής παρατήρησις των οποίων θα επιτρέψη ασφαλέστερον εις τον καθένα που θα ήθελε να τα σπουδάση επιμελώς να κάμη την διάγνωσίν της, εάν ποτέ ήθελε και πάλιν ενσκήψει.
[49] Το έτος τωόντι εκείνο, κατά κοινήν ομολογίαν, έτυχε μέχρι της στιγμής της εισβολής της νόσου να είναι κατ᾽ εξοχήν απηλλαγμένον από άλλας ασθενείας. Εάν όμως κανείς υπέφερε τυχόν προηγουμένως από καμίαν άλλην ασθένειαν, όλαι κατέληγαν εις αυτήν. [2] Όσοι εξ άλλου ήσαν ώς τότε υγιείς, χωρίς καμίαν φανεράν αιτίαν, προσεβάλλοντο αιφνιδίως από πονοκέφαλον με ισχυρόν πυρετόν και ερυθήματα και φλόγωσιν των οφθαλμών, και το εσωτερικόν του στόματος, ο φάρυγξ και η γλώσσα εγίνοντο ευθύς αιματώδη, και η εκπνοή ήτον αφύσικος και δυσώδης. [3] Κατόπιν των φαινομένων αυτών, επηκολούθουν πτερνισμοί και βραχνάδα, και μετ᾽ ολίγον το κακόν κατέβαινεν εις το στήθος, συνοδευόμενον από ισχυρόν βήχα. Και όταν προσέβαλλε τον στόμαχον, επροκάλει ναυτίαν, και ταύτην επηκολούθουν, με μεγάλην μάλιστα ταλαιπωρίαν, εμετοί χολής, όσοι περιγράφονται υπό των ιατρών. [4] Και εις άλλους μεν αμέσως, εις άλλους δε πολύ βραδύτερον, παρουσιάζετο τάσις προς εμετόν ατελεσφόρητος, προκαλούσα ισχυρόν σπασμόν, ο οποίος εις άλλους μεν κατέπαυεν, εις άλλους δε εξηκολούθει επί πολύ. [5] Το σώμα εξωτερικώς δεν παρουσιάζετο πολύ θερμόν εις την αφήν, ούτε ήτο ωχρόν, αλλ᾽ υπέρυθρον, πελιδνόν, έχον εξανθήματα μικρών φλυκταινών και ελκών. Εσωτερικώς όμως εθερμαίνετο τόσον πολύ, ώστε οι ασθενείς δεν ηνείχοντο ούτε τα ελαφρότατα ενδύματα ή σινδόνια, και επέμεναν να είναι γυμνοί, και μεγίστην ησθάνοντο ευχαρίστησιν, αν ημπορούσαν να ριφθούν εντός ψυχρού ύδατος. Πολλοί δε πράγματι, οι οποίοι είχαν μείνει ανεπιτήρητοι, ερρίφθησαν εις δεξαμενάς, διότι κατετρύχοντο από δίψαν άσβεστον, αφού και το πολύ και το ολίγον ποτόν εις ουδέν ωφέλει. [6] Και η αδυναμία τού ν᾽ αναπαυθούν, καθώς και η αϋπνία, τους εβασάνιζαν διαρκώς. Και το σώμα, εφόσον η νόσος ήτο εις την ακμήν της, δεν κατεβάλλετο, αλλ᾽ αντείχε καταπληκτικώς εις την ταλαιπωρίαν, ώστε ή απέθνησκαν οι πλείστοι την εβδόμην ή ενάτην ημέραν εκ του εσωτερικού πυρετού, πριν εξαντληθούν εντελώς αι δυνάμεις των, ή, εάν διέφευγαν την κρίσιν, η νόσος κατήρχετο περαιτέρω εις την κοιλίαν και επροκάλει ισχυράν έλκωσιν, και συγχρόνως επήρχετο ισχυρά διάρροια, ούτως ώστε κατά το μεταγενέστερον τούτον στάδιον οι πολλοί απέθνησκαν από εξάντλησιν. [7] Διότι το νόσημα, αφού ήρχιζεν από την κεφαλήν, όπου το πρώτον εγκαθίστατο, εξετείνετο βαθμηδόν εφ᾽ όλου του σώματος, και αν κανείς ήθελε διαφύγει τον θάνατον, προσέβαλλε τα άκρα, όπου άφηνε τα ίχνη του. [8] Καθόσον το νόσημα προσέβαλλε και τα αιδοία και τα άκρα των χειρών και ποδών, και πολλοί χάνοντες αυτά εσώζοντο, μερικοί μάλιστα έχαναν και τους οφθαλμούς. Άλλοι πάλιν, ευθύς μετά την θεραπείαν, επάθαιναν γενικήν αμνησίαν και δεν ανεγνώριζαν ούτε εαυτούς, ούτε τους οικείους των.
[50] Ο χαρακτήρ τωόντι της νόσου ήτο τοιούτος, ώστε δεν ημπορεί να περιγραφή επαρκώς διά λόγων, και όχι μόνον η σφοδρότης της προσβολής εκάστου κρούσματος υπερέβαινε γενικώς την ανθρωπίνην αντοχήν, αλλά και κατά τούτο απεδείχθη σαφέστατα ότι δεν επρόκειτο διά καμίαν από τας συνήθεις ανθρωπίνας ασθενείας, καθόσον τα όρνεα και τα τετράποδα, όσα τρώγουν τα ανθρώπινα πτώματα, μολονότι πολλοί νεκροί έμεναν άταφοι, ή δεν επλησίαζαν αυτούς, ή αν έτρωγαν από τα πτώματα, εψοφούσαν. [2] Απόδειξις τούτου είναι η αναμφισβήτητος εξαφάνισις των ορνέων τούτων, τα οποία δεν έβλεπε κανείς ούτε πέριξ των πτωμάτων, ούτε αλλού πουθενά. Ενώ προκειμένου περί των σκύλων, το αποτέλεσμα ήτον ακόμη περισσότερον καταφανές, ως εκ του ότι συμβιούν με τους ανθρώπους.
[51] Τοιούτος λοιπόν ήτον ο γενικός χαρακτήρ της ασθενείας, διότι παραλείπω πολλά άλλα ασυνήθη συμπτώματα, κατά τα οποία τα καθέκαστα κρούσματα διέφεραν τα μεν από τα δε. Και εφόσον διήρκει η νόσος, καμία άλλη από τας συνήθεις ασθενείας δεν παρηνώχλει τους κατοίκους, εάν δε τυχόν παρουσιάζετο κανέν κρούσμα, απέληγεν εις αυτήν. [2] Και άλλοι μεν απέθνησκαν ένεκα ανεπαρκούς νοσηλείας, άλλοι όμως μολονότι υπεβάλλοντο εις επιμελεστάτην τοιαύτην. Αλλ᾽ ουδέ και κανέν φάρμακον, δύναμαι σχεδόν να είπω, ευρέθη, του οποίου η χρήσις να είναι αποτελεσματική, [3] διότι εκείνο που ωφέλει τον ένα, αυτό το ίδιον έβλαπτε τον άλλον, και καμία ιδιοσυγκρασία, όπως απεδείχθη, δεν ήτον αρκετά ισχυρά διά να αντισταθή, ή αρκετά ασθενής, όπως αποφύγη την ασθένειαν, αλλά όλοι αδιακρίτως υπέκυπταν εις αυτήν, και εκείνοι ακόμη που εθεραπεύοντο με πάσαν ιατρικήν επιμέλειαν. [4] Και το φοβερώτερον εις όλην αυτήν την ασθένειαν ήτο όχι μόνον η αποθάρρυνσις των θυμάτων, όταν αντελαμβάνοντο ότι προσεβλήθησαν από την νόσον (διότι το πνεύμα των παρεδίδετο αμέσως εις απελπισίαν και εγκατέλειπαν εαυτούς εις την τύχην και δεν ανθίσταντο κατά της ασθενείας), αλλά και το γεγονός ότι, νοσηλεύοντες ο εις τον άλλον, εμολύνοντο και απέθνησκαν ωσάν πρόβατα. [5] Και τούτο προεκάλει τους περισσοτέρους θανάτους, διότι ή απέφευγαν εκ φόβου να επικοινωνούν προς αλλήλους και οι ασθενείς απέθνησκαν εγκατελελειμμένοι, εις τρόπον ώστε πολλαί κατοικίαι ερημώθησαν δι᾽ έλλειψιν νοσηλείας, είτε επικοινωνούσαν και απέθνησκαν εκ της μολύνσεως. Η τελευταία αύτη τύχη επεφυλάσσετο ιδίως εις τους οπωσδήποτε αντιποιουμένους ευγένειαν αισθημάτων, διότι, θεωρούντες τούτο καθήκον τιμής, επεσκέπτοντο τους φίλους των, αψηφούντες τον προσωπικόν κίνδυνον, ενώ αντιθέτως οι ίδιοι οι συγγενείς, καταβαλλόμενοι από το μέγεθος της συμφοράς, εβαρύνοντο επί τέλους και παρήτουν και αυτούς τους θρήνους υπέρ των αποθνησκόντων. [6] Ακόμη όμως περισσότερον ευσπλαχνίζοντο τους θνήσκοντας και τους ασθενείς όσοι είχαν θεραπευθή από την νόσον, διότι και εγνώριζαν αυτήν εξ ιδίας πείρας και ήσαν του λοιπού οι ίδιοι πλήρεις θάρρους, καθόσον η νόσος δεν προσέβαλλε δις τον ίδιον άνθρωπον, μετά κακής τουλάχιστον εκβάσεως. Και όχι μόνον εμακαρίζοντο αυτοί από τους άλλους, αλλά και οι ίδιοι, ένεκα της υπερβολής της παρούσης χαράς των, είχαν ως προς το μέλλον κάποιαν επιπολαίαν ελπίδα ότι δεν θ᾽ απέθνησκαν πλέον ούτε από άλλην ασθένειαν.
[52] Αλλά την εκ της νόσου ταλαιπωρίαν επηύξησεν η συγκέντρωσις του πληθυσμού της υπαίθρου χώρας εντός της πόλεως.1 Οι νεωστί ιδίως εισελθόντες υπέφεραν περισσότερον. [2] Διότι δια την έλλειψιν οικιών ηναγκάζοντο να ζουν εντός παραπηγμάτων πνιγηρών ως εκ του θέρους, και οι θάνατοι επήρχοντο εν τω μέσω μεγάλης αταξίας. Νεκροί έκειντο οι μεν επί των δε, και ημιθανείς εκυλίοντο εντός των δρόμων προς όλας τας κρήνας, ως εκ της ασβέστου δίψης, και οι ιεροί περίβολοι, εντός των οποίων είχαν κατασκηνώσει, ήσαν πλήρεις νεκρών, οι οποίοι απέθνησκαν εντός αυτών. [3] Διότι επειδή το κακόν τους κατεβασάνιζεν, οι άνθρωποι μη γνωρίζοντες ποίον θα είναι το τέλος των, ολιγώρως είχον προς πάντα θείον και ανθρώπινον νόμον. [4] Ως εκ τούτου, τα έθιμα, προς τα οποία συνεμορφώνοντο έως τότε, προκειμένου περί ενταφιασμού, κατεπατήθησαν όλα, και καθείς έθαπτε τους νεκρούς του όπως ημπορούσε. Πολλοί μάλιστα, ένεκα ελλείψεως των απαιτουμένων δια την ταφήν υλικών, λόγω του ότι πολλοί εκ της οικογενείας των είχαν ήδη προαποθάνει, προσέφευγαν εις μέσα ταφής βδελυρά. Διότι άλλοι μεν απέθεταν πρώτον τον ιδικόν των νεκρόν επί ξένης πυράς και την ήναπταν, προλαμβάνοντες εκείνους που την είχαν στήσει, άλλοι δε, ενώ άλλοςνεκρός εκαίετο ήδη, έρριπταν επάνω εκείνον που έφεραν και έφευγαν.
[53] Αλλ᾽ η νόσος εισήγαγε προσέτι και άλλας χειροτέρας μορφάς ανομίας εις την πόλιν. Διότι πολλοί, οι οποίοι προηγουμένως απέκρυπτον την επίδοσίν των εις αθεμίτους ηδονάς, παρεδίδοντο ήδη εις αυτάς χωρίς καμίαν επιφύλαξιν, καθόσον έβλεπαν πόσον αιφνιδία ήτον η μετάπτωσις, αφ᾽ ενός μεν των πλουσίων, οι οποίοι εξαίφνης απέθνησκαν, αφ᾽ ετέρου δε των τέως εντελώς απόρων, οι οποίοι εις μίαν στιγμήν υπεισήρχοντο εις τας περιουσίας εκείνων. [2] Ως εκ τούτου, απεφάσιζαν να χαρούντην ζωήν των όσον ημπορούσαν ταχύτερον, επιδιδόμενοι εις τας απολαύσεις, διότι εθεώρουν και την ζωήν και τον πλούτον εξίσου εφήμερα. [3] Και κανείς δεν ήτο διατεθειμένος να υποβάλλεται προκαταβολικώς εις ταλαιπωρίας προς επιδίωξιν σκοπού, τον οποίον ενόμιζεν ενάρετον, αφού εθεώρει αμφίβολον, αν θα επιζήση, διά να πραγματοποίηση αυτόν, μόνον δε ό,τι παρείχεν άμεσον απόλαυσιν, και ό,τι καθ᾽ οιονδήποτε τρόπον ωδήγει εις τούτο, τούτο κατήντησε να θεωρήται και ενάρετον και χρήσιμον. [4] Αλλά φόβος των θεών ή νόμος των ανθρώπων κανείς δεν τους συνεκράτει, αφ᾽ ενός μεν διότι βλέποντες ότι όλοι εξ ίσου απέθνησκαν, έκριναν ότι καμία δεν υπήρχε διαφορά μεταξύ ευσεβείας και ασεβείας, εξ άλλου δε επειδή κανείς δεν επίστευεν ότι θα επιζήση, διά να δώση λόγον των εγκλημάτων του και τιμωρηθή δι᾽ αυτά. Τουναντίον, όλοι εθεώρουν ότι η ήδη κατεψηφισμένη κατ᾽ αυτών και επί των κεφαλών των επικρεμαμένη τιμωρία ήτο πολύ βαρυτέρα και ότι, πριν επιπέση κατ᾽ αυτών, εύλογον ήτο να χαρούν οπωσδήποτε την ζωήν των.
[54] Εις τοιαύτην συμφοράν περιπεσόντες οι Αθηναίοι, εταλαιπωρούντο, καθόσον και εντός της πόλεως η θνησιμότης ήτο μεγάλη και εκτός αυτής τα κτήματά των ερημώνοντο. [2] Μερικοί μάλιστα κατά την διάρκειαν της δυστυχίας ενθυμήθησαν, όπως ήτο φυσικόν, τον επόμενον στίχον, περί του οποίου οι πρεσβύτεροι απ᾽ αυτούς εβεβαίωναν, ότι εψάλλετο εις παλαιοτέραν εποχήν·
«Θα έλθη δωρικός πόλεμος και λοιμός μαζί μ᾽ αυτόν.»
[3] Είναι αληθές ότι αντέτειναν μερικοί ότι ο παλαιός στίχος ωμιλούσε περί λιμού και όχι λοιμού, αλλ᾽ επί του παρόντος επεκράτησε φυσικά η γνώμη ότι η λέξις, της οποίας είχε γίνει χρήσις εις το άσμα, ήτο λοιμός, καθόσον οι άνθρωποι εμνημόνευαν τον στίχον σύμφωνα με τα παθήματά των. Αλλ᾽ εάν ποτέ επέλθη άλλος δωρικός πόλεμος μετά τον σημερινόν, και συμπέση να επέλθη λιμός, μου φαίνεται πιθανόν ότι τον στίχον θα ψάλλουν με την λέξιν αυτήν. [4] Ενθυμήθησαν επίσης, όσοι τον εγνώριζαν, και τον προς τους Λακεδαιμονίους χρησμόν, όταν εις ερώτησίν των προς τον θεόν, εάν πρέπη να πολεμήσουν, ούτος απήντησεν ότι, εάν διεξαγάγουν τον πόλεμον με όλας των τας δυνάμεις, θα νικήσουν, βεβαιών συνάμα ότι και αυτός θα τους βοηθήση. [5] Όσον λοιπόν αφορά τον χρησμόν, τα τότε συμβαίνοντα εθεώρουν σύμφωνα με τας προβλέψεις του. Το βέβαιον είναι ότι η νόσος ήρχισεν ευθύς μετά την εισβολήν των Πελοποννησίων, και εις μεν την Πελοπόννησον δεν επεξετάθη, τουλάχιστον εις βαθμόν άξιον λόγου, αλλ᾽ εθέρισε προ πάντων μεν τας Αθήνας, έπειτα δε και μερικούς πολυανθρωποτέρους συνοικισμούς. Τοιαύτη υπήρξεν η πορεία της νόσου.
------------
1 Για να μειωθούν οι απώλειες από τις αλλεπάλληλες εισβολές των Πελοποννησίων στην Αττική, είχε εγκαταλειφθεί η ύπαιθρος και ο πληθυσμός είχε εγκατασταθεί μέσα στα τείχη.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου