Ὄσσα δ᾽ ἄρ᾽ ἄγγελος ὦκα κατὰ πτόλιν οἴχετο πάντῃ,
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ᾽ ἐνέπουσα.
415 οἱ δ᾽ ἄρ᾽ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ᾽ Ὀδυσῆος,
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
τοὺς δ᾽ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
420 αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἁθρόοι, ἀχνύμενοι κῆρ.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
τοῖσιν δ᾽ Εὐπείθης ἀνά θ᾽ ἵστατο καὶ μετέειπε·
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
425 τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
«ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ᾽ Ἀχαιούς·
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ᾽ ὤλεσε λαούς,
τοὺς δ᾽ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ᾽ ἀρίστους.
430 ἀλλ᾽ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ᾽ αἰεί·
λώβη γὰρ τάδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
435 τισόμεθ᾽· οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
ἀλλ᾽ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.»
Ὣς φάτο δάκρυ χέων, οἶκτος δ᾽ ἕλε πάντας Ἀχαιούς.
ἀγχίμολον δέ σφ᾽ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
440 ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
ἔσταν δ᾽ ἐν μέσσοισι· τάφος δ᾽ ἕλεν ἄνδρα ἕκαστον.
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
«κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
ἀθανάτων ἀέκητι θεῶν τάδε μήσατο ἔργα·
445 αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ᾽ Ὀδυσῆϊ
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ᾽ Ὀδυσῆος
φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
θῦνε κατὰ μέγαρον· τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.»
450 Ὣς φάτο, τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
«κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
455 ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
οὐ γὰρ ἐμοὶ πείθεσθ᾽, οὐ Μέντορι ποιμένι λαῶν,
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
460 ἀνδρὸς ἀριστῆος· τὸν δ᾽ οὐκέτι φάντο νέεσθαι.
καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω·
μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρ᾽ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
ἡμίσεων πλείους· τοὶ δ᾽ ἁθρόοι αὐτόθι μίμνον·
465 οὐ γάρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλ᾽ Εὐπείθει
πείθοντ᾽· αἶψα δ᾽ ἔπειτ᾽ ἐπὶ τεύχεα ἐσσεύοντο.
αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
ἁθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
τοῖσιν δ᾽ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
470 φῆ δ᾽ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἂψ ἀπονοστήσειν, ἀλλ᾽ αὐτοῦ πότμον ἐφέψειν.
αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
«ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
475 ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
τεύξεις, ἦ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησθα;»

***
Στο μεταξύ, όσο εκείνοι έτρωγαν κι έπιναν μέσα στο σπίτι,η Φήμη σαν αστραπή κυκλοφορούσε σ᾽ όλη την πόλη,
τον φόνο των μνηστήρων αναγγέλλοντας και τον φριχτό τους χαλασμό.
Το νέο ακούγοντας, όλοι μαζί, καθένας κι απ᾽ αλλού,
άρχισαν να μαζεύονται μπροστά στου Οδυσσέα τα δώματα,
βαριά στενάζοντας, θρηνώντας.
Αμέσως σέρνουν έξω τα κουφάρια και πήραν να τους θάβουν,
καθένας τον δικό του· τους άλλους, που τους ήξεραν πως είναι
από άλλη πόλη, τους παραδώσαν σε ψαράδες, για να τους πάνε
γρήγορα με τ᾽ άρμενά τους στον τόπο και στο σπίτι καθενός.
420Μετά στην αγορά όλοι τους συναθροίστηκαν, με βάρος στην καρδιά.
Κι όταν εκεί αθρόοι βρέθηκαν και μαζεμένοι,
όρθιος ο Ευπείθης πήρε τον λόγο ανάμεσά τους —
έβραζε μέσα του ασίγαστο το πένθος του παιδιού του, του Αντινόου,
που ο θείος Οδυσσέας πρώτον τον σκότωσε.
Χύνοντας δάκρυα πικρά, στους άλλους μίλησε αγορεύοντας:
«Φίλοι, δείτε τι έργο φοβερό μελέτησε αυτός ο άνθρωπος
σε βάρος των Αργείων: όσους με τα καράβια σήκωσε μαζί του,
άξιους και πολλούς, και τα καράβια αφάνισε κι εκείνους
εξολόθρευσε· τώρα, πίσω γυρίζοντας, τους πιο γενναίους θανάτωσε,
και της Ιθάκης και της Κεφαλλονιάς.
430Αλλά σας λέω, κουνηθείτε, προτού αυτός ξεφύγει γρήγορα
και πάει στην Πύλο ή και στη θεία Ήλιδα, όπου κρατούν οι Επειοί.
Πάμε λοιπόν να του ριχτούμε· αλλιώς για πάντα θα μας πνίξει
η καταφρόνια. Βαρύ το όνειδος, αν οι μελλούμενοι το μάθουν
που τους φονιάδες δεν εκδικηθήκαμε, το αίμα των παιδιών μας
και των αδελφών μας· τότε η γλυκιά ζωή θα γίνει πια
πικρό φαρμάκι· καλύτερα αμέσως να πεθάνω, νεκρός με τους νεκρούς.
Γι᾽ αυτό λοιπόν σας λέω, πάμε, προτού αυτοί αντίπερα περάσουν.»
Τόσα τους είπε χύνοντας μαύρο δάκρυ, κι οι Αχαιοί μαζί του
συμπονούσαν όλοι. Φάνηκε όμως ξαφνικά να φτάνουν ο Μέδων
440και ο θείος αοιδός· ήλθαν εκεί απ᾽ το παλάτι του Οδυσσέα,
μόλις σηκώθηκαν από τον ύπνο, και στήθηκαν στη μέση.
Οι άλλοι βλέποντας τους δυο, δεν έκρυψαν την έκπληξή τους,
οπότε φρόνιμα ο Μέδων πήρε τον λόγο και τους είπε:
«Τώρα πρέπει ν᾽ ακούσετε κι εμένα, Ιθακήσιοι· γιατί το έργο αυτό
μήτε το σκέφτηκε μήτε και το ᾽πραξε ο Οδυσσέας μόνος του,
δίχως να το θελήσουν οι θεοί· σας λέω εγώ πως είδα με τα μάτια μου
κάποιον θεό να στέκεται στο πλάι του, ίδιος στην όψη με τον Μέντορα.
Ένας αθάνατος λοιπόν θεός στημένος μπρος του,
στον Οδυσσέα θάρρος έδινε, αλλά και τους μνηστήρες αναστάτωνε
μες στο παλάτι — κι έπεσαν όλοι τους νεκροί σωρός.»
450Ακούγοντας τα λόγια του, χλώμιασαν από τρόμο.
Τότε σηκώθηκε να τους μιλήσει ο Αλιθέρσης, του Μαστόρου ο γιος,
γέροντας σεβαστός, που περασμένα και μελλούμενα έβλεπε.
Έτσι καλόγνωμα και τώρα πήρε τον λόγο και τους είπε:
«Ακούσετέ με, Ιθακήσιοι, αυτό που έχω να σας πω.
Φίλοι, τα έργα αυτά έγιναν, όπως έγιναν, από κακότητα δική σας·
που μήτε εμένα εμπιστευτήκατε μήτε τον Μέντορα, σύμβουλο του λαού,
ώστε να βάλετε στην αφροσύνη των παιδιών σας φρένο.
Παράνομα έπραξαν, άθλια φέρθηκαν, ρημάζοντας το βιος,
ντροπιάζοντας τη νόμιμη γυναίκα ενός γενναίου και πρώτου,
460λέγοντας πως πίσω πια δεν θα γυρίσει.
Μα τώρα ας γίνει ό,τι σας λέω, τη συμβουλή μου ακούσετε:
μην του ριχτούμε· αλλιώς κάποιος θα πάει γυρεύοντας να πάθει το χειρότερο κακό.»
Μίλησε ο Αλιθέρσης, κι αυτοί, μισοί και πάνω, τινάχτηκαν
μ᾽ αλαλητό μεγάλο· οι άλλοι όμως ξέμειναν εκεί, όλοι τους μαζεμένοι,
γιατί του μάντη ο λόγος δεν τους άρεσε, έδωσαν πίστη στον Ευπείθη.
Έτρεξαν τότε με σπουδή να πιάσουν τ᾽ άρματα, φορώντας
στο κορμί τους τον λαμπρό χαλκό, κι έτσι συνάχτηκαν στο πλάτωμα,
μπροστά στην πόλη. Ανάμεσά τους αρχηγός ο Ευπείθης,
μωρός με τους μωρούς, λέγοντας πως θα πάρει εκδίκηση
470του σκοτωμένου γιου του· αλλά δεν έμελλε σπίτι του να γυρίσει,
τον πρόλαβε επιτόπου ο θάνατος.
Στο μεταξύ κι η Αθηνά στον Δία, γιο του Κρόνου, στράφηκε μιλώντας:
«Πατέρα μας Κρονίδη, ο πρώτος όλων των θεών, δώσε μου
τώρα απόκριση σε μιαν ερώτηση: στο βάθος τι να κρύβει πάλι ο νους σου;
θ᾽ ανοίξεις πόλεμο φριχτό, άγρια σφαγή ανάμεσό τους; ή μήπως
σκέφτεσαι να επιβάλεις μεταξύ τους συμφιλίωση;»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου