ποίησ᾽· ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
275 αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμ᾽ ὑπέδεκτο·
αὐτίκ᾽ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
καὶ σάκος ὤμοιϊν, δόρυ δ᾽ ἔκβαλον ἔκτοσε χειρός·
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
καὶ κύσα γούναθ᾽ ἑλών· ὁ δ᾽ ἐρύσατο καί μ᾽ ἐλέησεν,
280 ἐς δίφρον δέ μ᾽ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
ἱέμενοι κτεῖναι ―δὴ γὰρ κεχολώατο λίην―
ἀλλ᾽ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ᾽ ὠπίζετο μῆνιν
ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
285 ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ᾽ ἄγειρα
χρήματ᾽ ἀν᾽ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
ἀλλ᾽ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
τρώκτης, ὃς δὴ πολλὰ κάκ᾽ ἀνθρώποισιν ἐώργει·
290 ὅς μ᾽ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρ᾽ ἱκόμεσθα
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔκειτο.
ἔνθα παρ᾽ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
295 ἐς Λιβύην μ᾽ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
κεῖθι δέ μ᾽ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
ἡ δ᾽ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
300 μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετ᾽ ὄλεθρον.
ἀλλ᾽ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
305 Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο· πέσον δ᾽ ἐκ νηὸς ἅπαντες.
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο· θεὸς δ᾽ ἀποαίνυτο νόστον.
310 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
315 γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
χειρὸς ἀναστήσας, ὄφρ᾽ ἵκετο δώματα πατρός·
320 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
ἔνθ᾽ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ᾽ ἐς πατρίδα γαῖαν,
καί μοι κτήματ᾽ ἔδειξεν ὅσα ξυναγείρατ᾽ Ὀδυσσεύς,
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
325 καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι·
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
ὅππώς νοστήσει᾽ Ἰθάκης ἐς πίονα δῆμον
330 ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
ὤμοσε δὲ πρὸς ἔμ᾽ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
335 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
ἔνθ᾽ ὅ γέ μ᾽ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
ἀμφ᾽ ἐμοί, ὄφρ᾽ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
ἀλλ᾽ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
340 αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἔδυσαν,
ἀμφὶ δέ με ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
ἑσπέριοι δ᾽ Ἰθάκης εὐδειέλου ἔργ᾽ ἀφίκοντο.
345 ἔνθ᾽ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ᾽ ἀποβάντες
ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας
350 ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ᾽ ἀμφοτέρῃσι
νηχόμενος, μάλα δ᾽ ὦκα θύρηθ᾽ ἔα ἀμφὶς ἐκείνων.
ἔνθ᾽ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
355 φοίτων· ἀλλ᾽ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δ᾽ ἔκρυψαν θεοὶ αὐτοὶ
ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.»

***
Όσο για μένα, μέσα μου έβαλε μιαν άλλη σκέψη ο Δίας(όμως καλύτερα να ᾽μουνα σκοτωμένος, ο θάνατος να μ᾽ έβρισκε,
κάτω στην Αίγυπτο, γιατί καραδοκούσε το μελλούμενο κακό) ·
γύμνωσα αμέσως το κεφάλι μου απ᾽ το καλοδεμένο κράνος,
έριξα το σκουτάρι από τους ώμους, το δόρυ μου άφησα να πέσει
από το χέρι, άοπλος στάθηκα στ᾽ άλογα εμπρός του βασιλιά,
έσκυψα και του φίλησα τα γόνατα, κι εκείνος με λυπήθηκε,
αποφασίζει να με σώσει, με τράβηξε πάνω στο αμάξι του,
280 στο δάκρυ μουσκεμένον.
Στο μεταξύ εφορμούσαν πάμπολλοι με φράξινα κοντάρια
πάνω μου, άγρια χολωμένοι, θέλησαν να με σκοτώσουν· εκείνος όμως
με προστάτεψε, σεβάστηκε τον ξένιο Δία, που θυμωμένος
αποστρέφεται τα αφιλόξενα έργα.
Επτά χρόνους παρέμεινα στη χώρα, μάζεψα πλούτη ένα σωρό
γυρίζοντας την Αίγυπτο, σε σπίτια αρχόντων — όλοι μου ᾽δωσαν κάτι.
Αλλά ο καιρός γυρίζοντας, σαν μπήκε ο όγδοος χρόνος,
φτάνει στα μέρη εκείνα κάποιος Φοίνικας, δόλιος απατεώνας,
ένας πανούργος, που ήξερε μόνο το κακό να κάνει στους ανθρώπους.
290 Αυτός και με παρέσυρε, με λόγια δολερά με πλάνεψε, να πάμε
στη Φοινίκη, όπου είχε σπίτια και περιουσία μεγάλη.
Επήγα κι έμεινα κοντά του ένα γεμάτο χρόνο.
Αλλ᾽ όπως κύλησαν οι μήνες, οι μέρες συντελέστηκαν,
γύρισε πάλι ο καιρός και πήρε να φουντώνει η άνοιξη,
μ᾽ ανέβασε σε ποντοπόρο φορτηγό, τώρα για τη Λιβύη,
αφού με γέμισε με ψέματα, πως δήθεν το φορτίο
μαζί του θα περνούσα, ενώ στ᾽ αλήθεια γύρευε να με πουλήσει,
για να κερδίσει αντίτιμο που το λογάριαζε μεγάλο.
Εγώ ακολούθησα αναγκαστικά, κι ας έβλεπα το πράγμα ύποπτο.
Αρμένιζε λοιπόν το πλοίο με καλό βοριά, φυσούσε πρίμο αγέρι,
κι έτσι βρεθήκαμε στη μέση του πελάγους, ψηλότερα η Κρήτη φάνταζε δεξιά,
300 όταν ο Δίας σοφίστηκε τον όλεθρό τους.
Γιατί, μόλις αφήσαμε την Κρήτη και δεν φαινόταν πουθενά στεριά,
μόνο ουρανός και θάλασσα, κρέμασε ξαφνικά του Κρόνου ο γιος
μια μελανή νεφέλη πάνω στο βαθουλό μας πλοίο,
κι ο πόντος μούχρωσε.
Ευθύς ο Δίας βρόντηξε, έριξε στο καράβι κεραυνό,
κι αυτό κεραυνωμένο συγκλονίστηκε από του Δία τ᾽ αστροπελέκι,
μπούκωσε θειάφι, κι έπεσαν όλοι ναυαγοί στη θάλασσα· σαν τις κουρούνες,
γύρω στο μαύρο μας πλεούμενο, στο κύμα παραδόθηκαν —
έτσι ο θεός τούς έκοψε τον νόστο.
310 Μόνο σ᾽ εμένα, όσο κι αν έσφαζε τα σωθικά μου ο πόνος,
ο Δίας ο ίδιος έβαλε στο χέρι μου το στιβαρό κατάρτι,
απομεινάρι απ᾽ το καράβι με τη γαλάζια πλώρη,
για να γλιτώσω πάλι τον χαμό.
Σ᾽ αυτό περιτυλίχτηκα, και να λυσσομανούν οι ολέθριοι άνεμοι!
Εννιά μερόνυχτα παράδερνα· δέκατη μέρα, μέσα στη μαύρη νύχτα,
με σήκωσε ένα μεγάλο κύμα και με ρίχνει στων Θεσπρωτών τη χώρα.
Εκεί ο Φείδων, βασιλιάς των Θεσπρωτών, ηρωική ψυχή, με δέχτηκε σαν φίλος,
λύτρα δεν γύρεψε· ο γιος του ήλθε και με βρήκε δαμασμένο
από τον κάματο κι από την παγωνιά, αυτός με πήρε από το χέρι
να με φέρει σπίτι του, με πήγε ο ίδιος στο παλάτι του πατέρα του,
320 όπου μου φόρεσε και ρούχα, χλαμύδα και χιτώνα.
Εκεί λοιπόν και για τον Οδυσσέα άκουσα να μιλούν· τον είχε, λέει,
με την αγάπη του φιλοξενήσει ο βασιλιάς, καθώς γυρνούσε πίσω στην πατρίδα.
Ο Φείδων μού έδειξε κι όλα τα μαζεμένα πλούτη του Οδυσσέα,
χαλκό, μαλάματα και σίδηρο σφυρήλατο,
τόσα αγαθά που θα ᾽φταναν να θρέψουνε δέκα γενιές —
σκεύη πολύτιμα έβλεπες να στέκουν στο βασιλικό παλάτι.
Για κείνον είπε ο βασιλιάς πως είχε πάει προσώρας στη Δωδώνη,
ν᾽ ακούσει του Διός απόφαση από την αψηλή και φουντωμένη δρυ,
πώς θα μπορούσε να νοστήσει στα καρπερά χώματα της Ιθάκης,
330 μετά από τόσα χρόνια ξενιτιάς, στα φανερά ή μήπως στα κρυφά.
Κι ο βασιλιάς, την ώρα της σπονδής του στο παλάτι,
ορκίστηκε σ᾽ εμένα πως είχαν κιόλας ρίξει το καράβι στα ρηχά,
πως τον περίμεναν οι ναυτικοί πανέτοιμοι, για να τον συντροφέψουν
στην πατρική του γη.
Εμένα ο Φείδων δέχτηκε να με ξεπροβοδίσει πιο νωρίς:
κάποιο περαστικό καράβι, με ναύτες Θεσπρωτούς, πήγαινε
στο πολύσιτο Δουλίχιο· αυτούς λοιπόν τους πρόσταξε να με οδηγήσουν
ασφαλώς στον βασιλέα Άκαστο. Εκείνων όμως το μυαλό γλυκάθηκε
μ᾽ άλλην ιδέα, σ᾽ εμένα κάκιστη, για να βρεθώ σε συμφορά πικρότερη.
Όταν το ποντοπόρο πλοίο ξανοίχτηκε πολύ μακριά από τη στεριά,
340 αμέσως μηχανεύτηκαν τη μέρα της σκλαβιάς μου·
μου πέταξαν τα ρούχα, χλαμύδα και χιτώνα, ρίχνοντας πάνω μου
κουρέλια, κι ένα πουκάμισο σχισμένο, άθλιο — αυτά που βλέπουν
τώρα και τα δικά σου μάτια.
Σαν πήρε να βραδιάζει κι έφταναν πια στα ξάγναντα χωράφια της Ιθάκης,
μ᾽ έδεσαν χειροπόδαρα μέσα στο καλοκούβερτο καράβι
μ᾽ ένα χοντρό σχοινί στριμμένο, στα γρήγορα κι αυτοί πηδούν
στο περιγιάλι της θαλάσσης, να φαν το δείπνο τους.
Αλλά οι θεοί βάζουν το χέρι τους κι εύκολα μ᾽ έλυσαν
απ᾽ τα δεσμά μου· τότε κι εγώ τυλίγω το κεφάλι μου στα ράκη,
350 πιάνομαι στο καλοξυσμένο δοιάκι και με το στήθος γλίστρησα
στη θάλασσα· ευθύς κάνω κουπιά τα δυο μου χέρια
κολυμπώντας, κι όσο μπορούσα γρηγορότερα βγήκα παρέξω, πολύ μακριά
από κείνους. Ανέβηκα μετά τη λαγκαδιά, σ᾽ ένα λουλουδισμένο σύδεντρο
κούρνιασα ακίνητος· αυτοί πηγαινοέρχονταν όλο φωνή και σύγχυση,
αλλ᾽ όταν πια τους φάνηκε κουτό να συνεχίσουνε το ψάξιμο,
γύρισαν πάλι στο βαθουλό καράβι, κι έφυγαν. Εμένα μ᾽ έκρυψαν, με δίχως κόπο,
οι θεοί, εκείνοι οδηγώντας μ᾽ έφεραν σε τούτο το μαντρί
ενός ανθρώπου γνωστικού — το είχε η μοίρα μου να ζήσω ακόμη.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου