Κυριακή 3 Απριλίου 2022

Ανθολόγιο Αττικής Πεζογραφίας

ΑΙΣΧΙΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΠΡΕΣΒΕΙΑΣ

ΑΙΣΧΙΝ 2.20–24


Η συμπεριφορά του Δημοσθένη κατά την πρώτη διπλωματική αποστολή προς τους Μακεδόνες

Ο Αισχίνης με τον λόγο του αυτόν υπερασπίστηκε τον εαυτό του ενάντια στην κατηγορία της παράταξης του Δημοσθένη για προδοσία των συμφερόντων της πόλης κατά την περίοδο των διπλωματικών επαφών με τους Μακεδόνες, πριν από την τελική υπογραφή της ειρήνης του Φιλοκράτη (346 π.Χ.). Από την αρχή της διηγήσεως ο ρήτορας υπενθύμισε στο ακροατήριο τις συνθήκες κάτω από τις οποίες εκλέχθηκαν και μετέβησαν για την πρώτη διπλωματική αποστολή στην Πέλλα οι δέκα πρεσβευτές, στους οποίους συμπεριλαμβάνονταν ο Φιλοκράτης, ο Δημοσθένης και ο ίδιος.

[20] Ἡ μὲν τοίνυν ἐξ ἀρχῆς ἔνστασις τῶν ὅλων πραγμά-
των ἐγένετο οὐ δι’ ἐμοῦ, ἀλλὰ διὰ Δημοσθένους καὶ Φιλο-
κράτους· ἐν δὲ τῇ πρεσβείᾳ συσσιτεῖν ἡμῖν ἐσπούδασεν,
οὐκ ἐμὲ πείσας, ἀλλὰ τοὺς μετ’ ἐμοῦ, Ἀγλαοκρέοντα τὸν
Τενέδιον, ὃν ἐκ τῶν συμμάχων εἵλεσθε, καὶ Ἰατροκλέα.
ἐν δὲ τῇ πορείᾳ παρακελεύεσθαί με φησὶν αὑτῷ, ὅπως
τὸ θηρίον κοινῇ φυλάξομεν, τὸν Φιλοκράτην, πρᾶγμα λέγων
πεπλασμένον. πῶς γὰρ ἂν ἐγὼ Δημοσθένην ἐπὶ Φιλο-
κράτην παρεκάλουν, ὃν ᾔδειν συνειπόντα μὲν Φιλοκράτει,
ὅτ’ ἦν ἡ τῶν παρανόμων γραφή, προβληθέντα δ’ εἰς τὴν
πρεσβείαν ὑπὸ Φιλοκράτους; [21] πρὸς δὲ τούτοις οὐκ ἐν τοιού-
τοις ἦμεν λόγοις, ἀλλ’ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα
Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον·
ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, καὶ Κίμωνος
εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο
ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, καὶ περὶ
τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ
πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου
στόμα ὁλοσχοίνῳ ἀβρόχῳ, καὶ πείσειν Ἀθηναίους μὲν κατα-
δέξασθαι Λεωσθένην, Φίλιππον δ’ Ἀθηναίοις Ἀμφίπολιν
ἀποδοῦναι.

[22] Ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανί-
αν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς
ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον
πρῶτον λέγειν καὶ τοὺς λοιποὺς καθ’ ἡλικίαν· ἐτύγχανε δ’
ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσ-
εκλήθημεν, ―καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν
νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου φθόνον ὑπερ-
βάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ
τοιαύτας ἐπιβουλὰς κατ’ ἀνδρῶν συσσίτων καὶ συμπρέ-
σβεων ἃς οὐδ’ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο.
τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν
περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος,
εἰρήσεται γάρ, οὐδ’ ἐγγενής. [23] ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι
προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ
συνήθειαι μεθ’ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς
νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι
τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε,
ἐλθόντες δ’ εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδό-
ται. ὁ δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος, ὡς ὢν
Ἀριστείδης, ὁ δίκαιος ἐπικαλούμενος, δυσχεραίνει καὶ
καταπτύει δωροδοκίας.

[24] Ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους, οὓς εἴπομεν
ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως
εἴρηκε Δημοσθένης, ἵν’ ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς
ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. ἐπαινῶ δ’
εἰς ὑπερβολὴν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ
δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατη-
γορημένων, οὐχ ὑμᾶς, ἀλλ’ ἐμαυτὸν αἰτιάσομαι.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου