Κυριακή 3 Απριλίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (19.238-19.308)

Ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο,
Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
βὰν δ᾽ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
αὐτίκ᾽ ἔπειθ᾽ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ᾽ ἵππους·
245 ἐκ δ᾽ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
ἕπτ᾽, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
ἦρχ᾽, ἅμα δ᾽ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ᾽ Ἀγαμέμνων
250 ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
κάπρου ἀπὸ τρίχας ἀρξάμενος, Διὶ χεῖρας ἀνασχὼν
255 εὔχετο· τοὶ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτόφιν ἥατο σιγῇ
Ἀργεῖοι κατὰ μοῖραν, ἀκούοντες βασιλῆος.
εὐξάμενος δ᾽ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
«ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ᾽ ὑπὸ γαῖαν
260 ἀνθρώπους τίνυνται, ὅτις κ᾽ ἐπίορκον ὀμόσσῃ,
μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ᾽ ἐπένεικα,
οὔτ᾽ εὐνῆς πρόφασιν κεχρημένος οὔτε τευ ἄλλου.
ἀλλ᾽ ἔμεν᾽ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
εἰ δέ τι τῶνδ᾽ ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
265 πολλὰ μάλ᾽, ὅσσα διδοῦσιν ὅτίς σφ᾽ ἀλίτηται ὀμόσσας.»
Ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
ῥῖψ᾽ ἐπιδινήσας, βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
270 «Ζεῦ πάτερ, ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
ἤθελ᾽ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
275 νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.»
Ὣς ἄρ᾽ ἐφώνησεν, λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν.
οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
βὰν δ᾽ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
280 καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
ἵππους δ᾽ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
Βρισηῒς δ᾽ ἄρ᾽ ἔπειτ᾽ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ,
ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
ἀμφ᾽ αὐτῷ χυμένη λίγ᾽ ἐκώκυε, χερσὶ δ᾽ ἄμυσσε
285 στήθεά τ᾽ ἠδ᾽ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
εἶπε δ᾽ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
«Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ,
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
νῦν δέ σε τεθνηῶτα κιχάνομαι, ὄρχαμε λαῶν,
290 ἂψ ἀνιοῦσ᾽· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
295 οὐδὲ μὲν οὐδέ μ᾽ ἔασκες, ὅτ᾽ ἄνδρ᾽ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
κλαίειν, ἀλλά μ᾽ ἔφασκες Ἀχιλλῆος θείοιο
κουριδίην ἄλοχον θήσειν, ἄξειν τ᾽ ἐνὶ νηυσὶν
ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
300 τῶ σ᾽ ἄμοτον κλαίω τεθνηότα, μείλιχον αἰεί.»
Ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δὲ στενάχοντο γυναῖκες,
Πάτροκλον πρόφασιν, σφῶν δ᾽ αὐτῶν κήδε᾽ ἑκάστη.
αὐτὸν δ᾽ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
λισσόμενοι δειπνῆσαι· ὁ δ᾽ ἠρνεῖτο στεναχίζων·
305 «λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ᾽ ἑταίρων,
μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
ἄσασθαι φίλον ἦτορ, ἐπεί μ᾽ ἄχος αἰνὸν ἱκάνει·
δύντα δ᾽ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.»

***
Και ως είπ᾽ εκίνησαν μ᾽ αυτόν του Νέστορος τ᾽ αγόρια
και ο Θόας και ο Μελάνιππος και ο Μέγης ο Φιλείδης
240 και ο Μηριόνης και μ᾽ αυτούς ο Λυκομήδης, τέκνον
του Κρέοντος, και στη σκηνήν επήγαιναν του Ατρείδη·
και όπως ειπώθη ο λόγος του το έργον ετελέσθη·
επτά εφέρναν τρίποδες, όσους τους είχε τάξει,
είκοσι λέβητες λαμπρούς, και δώδεκα πουλάρια
245 κι εξαίσιες στα έργα τους κόρες επτά και ογδόην
την Βρισηίδα την καλήν· κι εζύγισ᾽ ο Οδυσσέας
χρυσάφι δέκα τάλαντα, κι εκίνησε αυτός πρώτος
και έφερναν κατόπι του τα δώρα οι πολεμάρχοι
και της συνόδου τα ᾽θεσαν στην μέσην· κι εσηκώθη
250 ο Ατρείδης· και ο θεόφωνος Ταλθύβιος πλησίον
εις τον ποιμένα των λαών τον χοίρον εκρατούσε·
κι έσυρ᾽ ο Ατρείδης μάχαιραν οπού σιμά στην θήκην
του ξίφους είχε πάντοτε, και αφού απαρχές του χοίρου
τες τρίχες έκοψε μ᾽ αυτήν, κι υψώνοντας τα χέρια
255 προς τον Κρονίδην εύχονταν, και όλοι τον βασιλέα
ήσυχοι άκουαν αυτού με τάξιν οι Αργείοι.
Και αυτός τον μέγαν ουρανόν κοιτάζοντας ευχόνταν:
«Μάρτυς μου ο Δίας, των θεών ο εξαίσιος, ο πρώτος,
η Γη και ο Ήλιος και οι θεές, οπού στα καταχθόνια
260 τους επιόρκους τιμωρούν, οι μαύρες Ερινύες,
που χέρι εγώ δεν άπλωσα στην κόρη του Βρισέως
της κλίνης το αγκάλιασμα, είτ᾽ άλλο ν᾽ απολαύσω,
αλλ᾽ έμεινεν αμάλακτη κει μέσα στες σκηνές μου,
και αν ψεύδομαι, από τους θεούς να πάθ᾽ ό,τι παθαίνει
265 ο ασεβής που ψεύτικα το όνομά τους λέγει».
Είπε, τον χοίρον έσφαξε με τη σκληρή λεπίδα
και στους αφρούς της θάλασσας, τα ψάρια να τον φάγουν,
τον έριξε ο Ταλθύβιος· και αμέσως ο Αχιλλέας
ορθός σηκώθη κι έλεγε στη μέση των Αργείων:
270 «Δία πατέρα, τους θνητούς πόσο κακά τυφλώνεις·
αλλέως δεν θ᾽ αγρίευε στα βάθη την ψυχή μου
ο Ατρείδης, και στο πείσμα μου δεν θα ᾽παιρνε την κόρη
στην θέλησίν του αμάλακτος· αλλ᾽ ήθελεν ο Δίας
να μας θερίσει ο θάνατος πολλούς ανδρειωμένους·
275 φάγετε τώρα κι έπειτα στη μάχη θα χυθούμε».
Αυτά ᾽πε και την σύνοδον απόλυσε κι εκείνοι
εδώ κι εκεί σκορπίσθηκαν καθένας στη σκηνή του.
Ωστόσον εσυγύριζαν τα δώρα οι Μυρμιδόνες
και εις το καράβι τα ᾽φεραν του θείου Αχιλλέως·
280 τα δώρα εθέσαν στες σκηνές και έμπασαν τες κόρες
κι επήραν οι θεράποντες τους ίππους στην αγέλην.
Και η Βρισηίς, που της χρυσής ομοίαζε Αφροδίτης,
άμ᾽ είδε αυτού τον Πάτροκλον σφαγμένον του εχύθη
επάνω με ξεφωνητό, και την καλήν μορφή της,
285 τα λευκά στήθη ξέσχιζε, τον απαλόν λαιμό της,
κι είπε η θεόμορφη γυνή στα δάκρυα της πνιγμένη:
«Πάτροκλ᾽, εμέ της άμοιρης, ω πολυαγαπημένε,
σ᾽ άφησα οϊμένα ζωντανόν όταν αναχωρούσα,
γυρίζ᾽, ω βασιλέα μου, να σ᾽ έβρω απεθαμένον.
290 Από κακό σ᾽ άλλο κακό με κατατρέχ᾽ η μοίρα·
τον άνδρα οπού μου έδωκαν οι σεβαστοί γονείς μου
τον είδα εμπρός στα τείχη μας αιματοκυλισμένον,
και της μητρός μου τρεις υιούς, αδέλφι᾽ αγαπητά μου,
μου τα επήρεν όλα ομού του ολέθρου η μαύρ᾽ ημέρα·
295 κι ενώ τον θείον άνδρα μου, τον Μύνητα, ο Πηλείδης
μου φόνευε και πάτησε την πόλιν του, συ μόνος
να κλαίω συ δεν μ᾽ άφηνες, και νύμφην να με κάμεις
του Αχιλλέως μου ᾽λεγες, στην Φθίαν να με φέρεις
να γίνουν οι χαρές αυτού, που οικούν οι Μυρμιδόνες·
300 γι᾽ αυτήν σου την γλυκύτητα τόσο πικρά σε κλαίω».
Είπε· μαζί της έκλαιαν τον Πάτροκλον κι οι άλλες
και αντί εκείνου η καθεμιά θρηνούσε τους νεκρούς της·
και ολόγυρά του οι βασιλείς τροφήν να πάρει ολίγην
τον παρακάλουν· αλλ᾽ αυτός στενάζοντας αρνείτο:
305 «Αν μ᾽ αγαπάτε, φίλοι μου, μη με στενοχωρείτε
με το πιοτό, με το φαγί να ευφράνω την καρδιά μου,
ενώ ακόμη φοβερή με καταθλίβει λύπη,
και να υποφέρω είμαι καλός, ο Ήλιος ως να δύσει».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου