Τετάρτη 30 Μαρτίου 2022

Ανθολόγιο Αττικής Πεζογραφίας

ΑΙΣΧΙΝΗΣ, ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ

ΑΙΣΧΙΝ 1.26–32

Η αναισχυντία του Τίμαρχου – Τι προβλέπει ο νόμος "περὶ δοκιμασίας ῥητόρων"

Συνεχίζοντας το εκτενές προοίμιόν του (βλ. και ΑΙΣΧΙΝ 1.1–7) ο Αισχίνης αναφέρθηκε διεξοδικά στους νόμους που καθόριζαν την πρέπουσα διαγωγή των πολιτών και τη δημόσια εὐκοσμίαν , ενώ στη συνέχεια επικαλέστηκε την κοσμιότητα εμβληματικών μορφών του αθηναϊκού παρελθόντος. Κάλεσε, μάλιστα, τους ακροατές του να θυμηθούν έναν ανδριάντα, που αναπαριστούσε τον Σόλωνα με τα χέρια κρυμμένα κάτω από τον μανδύα, στάση με την οποία ο νομοθέτης μιλούσε προς τον λαό. Και συνεχίζει:

[26] Σκέψασθε δή, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσον διαφέρει ὁ
Σόλων Τιμάρχου καὶ οἱ ἄνδρες ἐκεῖνοι ὧν ὀλίγῳ πρότερον
ἐπεμνήσθην. ἐκεῖνοι μέν γε ᾐσχύνοντο ἔξω τὴν χεῖρα
ἔχοντες λέγειν, οὑτοσὶ δὲ οὐ πάλαι, ἀλλὰ πρώην ποτὲ
ῥίψας θοἰμάτιον γυμνὸς ἐπαγκρατίαζεν ἐν τῇ ἐκκλησίᾳ,
οὕτω κακῶς καὶ αἰσχρῶς διακείμενος τὸ σῶμα ὑπὸ μέθης
καὶ βδελυρίας, ὥστε τούς γε εὖ φρονοῦντας ἐγκαλύψασθαι,
αἰσχυνθέντας ὑπὲρ τῆς πόλεως, εἰ τοιούτοις συμβούλοις
χρώμεθα. 

[27] ἃ συνιδὼν ὁ νομοθέτης διαρρήδην ἀπέδειξεν οὓς
χρὴ δημηγορεῖν καὶ οὓς οὐ δεῖ λέγειν ἐν τῷ δήμῳ. καὶ οὐκ
ἀπελαύνει ἀπὸ τοῦ βήματος, εἴ τις μὴ προγόνων ἐστὶν
ἐστρατηγηκότων, οὐδέ γε εἰ τέχνην τινὰ ἐργάζεται ἐπικου-
ρῶν τῇ ἀναγκαίᾳ τροφῇ, ἀλλὰ τούτους καὶ μάλιστα ἀσπάζε-
ται, καὶ διὰ τοῦτο πολλάκις ἐπερωτᾷ, τίς ἀγορεύειν βούλεται.

[28] Τίνας δ’ οὐκ ᾤετο δεῖν λέγειν; τοὺς αἰσχρῶς βεβιωκότας·
τούτους οὐκ ἐᾷ δημηγορεῖν. καὶ ποῦ τοῦτο δηλοῖ; «Δοκιμασία»,
φησί, «ῥητόρων· ἐάν τις λέγῃ ἐν τῷ δήμῳ τὸν πατέρα τύπτων
ἢ τὴν μητέρα, ἢ μὴ τρέφων, ἢ μὴ παρέχων οἴκησιν·» τοῦτον
οὐκ ἐᾷ λέγειν. νὴ Δία καλῶς γε, ὡς ἔγωγέ φημι. διὰ τί; ὅτι
εἴ τις, οὓς ἐξ ἴσου δεῖ τιμᾶν τοῖς θεοῖς, εἰς τούτους ἐστὶ φαῦ-
λος, τί ποτε, φησίν, ὑπ’ αὐτοῦ πείσονται οἱ ἀλλότριοι καὶ ἡ
πόλις ὅλη; καὶ τίσι δεύτερον ἀπεῖπε μὴ λέγειν; 

[29] «Ἢ τὰς στρατείας»,
φησί, «μὴ ἐστρατευμένος, ὅσαι ἂν αὐτῷ προσταχθῶ-
σιν, ἢ τὴν ἀσπίδα ἀποβεβληκώς», δίκαια λέγων. τί δή ποτε;
ἄνθρωπε, τῇ πόλει, ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι ἢ διὰ δειλίαν
μὴ δυνατὸς εἶ ἐπαμῦναι, μηδὲ συμβουλεύειν ἀξίου. τρίτον
τίσι διαλέγεται; «Ἢ πεπορνευμένος», φησίν, «ἢ ἡταιρηκώς»·
τὸν γὰρ τὸ σῶμα τὸ ἑαυτοῦ ἐφ’ ὕβρει πεπρακότα, καὶ τὰ
κοινὰ τῆς πόλεως ῥᾳδίως ἡγήσατο ἀποδώσεσθαι. 

[30] τέταρτον
τίσι διαλέγεται; «Ἢ τὰ πατρῷα», φησί, «κατεδηδοκώς, ἢ ὧν
ἂν κληρονόμος γένηται»· τὸν γὰρ τὴν ἰδίαν οἰκίαν κακῶς
οἰκήσαντα, καὶ τὰ κοινὰ τῆς πόλεως παραπλησίως ἡγήσατο
διαθήσειν, καὶ οὐκ ἐδόκει οἷόν τ’ εἶναι τῷ νομοθέτῃ τὸν
αὐτὸν ἄνθρωπον ἰδίᾳ μὲν εἶναι πονηρόν, δημοσίᾳ δὲ χρη-
στόν, οὐδ’ ᾤετο δεῖν τὸν ῥήτορα ἥκειν ἐπὶ τὸ βῆμα τῶν
λόγων ἐπιμεληθέντα πρότερον, ἀλλ’ οὐ τοῦ βίου. 

[31] καὶ παρὰ
μὲν ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, κἂν πάνυ κακῶς καὶ ἁπλῶς
ῥηθῇ, χρήσιμα τὰ λεγόμενα ἡγήσατο εἶναι τοῖς ἀκούουσι·
παρὰ δὲ ἀνθρώπου βδελυροῦ, καὶ καταγελάστως μὲν κε-
χρημένου τῷ ἑαυτοῦ σώματι, αἰσχρῶς δὲ τὴν πατρῴαν
οὐσίαν κατεδηδοκότος, οὐδ’ ἂν εὖ πάνυ λεχθῇ συνοίσειν
ἡγήσατο τοῖς ἀκούουσι. 

[32] τούτους οὖν ἐξείργει ἀπὸ τοῦ βήματος,
τούτους ἀπαγορεύει μὴ δημηγορεῖν. ἐὰν δέ τις παρὰ
ταῦτα μὴ μόνον λέγῃ, ἀλλὰ καὶ συκοφαντῇ καὶ ἀσελγαίνῃ,
καὶ μηκέτι τὸν τοιοῦτον ἄνθρωπον δύνηται φέρειν ἡ πόλις,
«Δοκιμασίαν μέν», φησίν, «ἐπαγγειλάτω Ἀθηναίων ὁ βου-
λόμενος, οἷς ἔξεστιν», ὑμᾶς δ’ ἤδη κελεύει περὶ τούτων ἐν
τῷ δικαστηρίῳ διαγιγνώσκειν· καὶ νῦν ἐγὼ κατὰ τοῦτον τὸν
νόμον ἥκω πρὸς ὑμᾶς.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου