«θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
465 νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε
ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.»
Ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ᾽ ἐπὶ φύσας·
τὰς δ᾽ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
470 φῦσαι δ᾽ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων,
παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ᾽ αὖτε,
ὅππως Ἥφαιστός τ᾽ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
χαλκὸν δ᾽ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
475 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα
θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
Ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
πάντοσε δαιδάλλων, περὶ δ᾽ ἄντυγα βάλλε φαεινὴν
480 τρίπλακα μαρμαρέην, ἐκ δ᾽ ἀργύρεον τελαμῶνα.
πέντε δ᾽ ἄρ᾽ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
Ἐν μὲν γαῖαν ἔτευξ᾽, ἐν δ᾽ οὐρανόν, ἐν δὲ θάλασσαν,
ἠέλιόν τ᾽ ἀκάμαντα σελήνην τε πλήθουσαν,
485 ἐν δὲ τὰ τείρεα πάντα, τά τ᾽ οὐρανὸς ἐστεφάνωται,
Πληϊάδας θ᾽ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
Ἄρκτον θ᾽, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ᾽ αὐτοῦ στρέφεται καί τ᾽ Ὠρίωνα δοκεύει,
οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
490 Ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
καλάς. ἐν τῇ μέν ῥα γάμοι τ᾽ ἔσαν εἰλαπίναι τε,
νύμφας δ᾽ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ᾽ ὑμέναιος ὀρώρει·
κοῦροι δ᾽ ὀρχηστῆρες ἐδίνεον, ἐν δ᾽ ἄρα τοῖσιν
495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
λαοὶ δ᾽ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
ὠρώρει, δύο δ᾽ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
ἀνδρὸς ἀποφθιμένου· ὁ μὲν εὔχετο πάντ᾽ ἀποδοῦναι
500 δήμῳ πιφαύσκων, ὁ δ᾽ ἀναίνετο μηδὲν ἑλέσθαι·
ἄμφω δ᾽ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
λαοὶ δ᾽ ἀμφοτέροισιν ἐπήπυον, ἀμφὶς ἀρωγοί·
κήρυκες δ᾽ ἄρα λαὸν ἐρήτυον· οἱ δὲ γέροντες
ἥατ᾽ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
505 σκῆπτρα δὲ κηρύκων ἐν χέρσ᾽ ἔχον ἠεροφώνων·
τοῖσιν ἔπειτ᾽ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
κεῖτο δ᾽ ἄρ᾽ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
Τὴν δ᾽ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
510 τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι,
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
οἱ δ᾽ οὔ πω πείθοντο, λόχῳ δ᾽ ὑπεθωρήσσοντο.
τεῖχος μέν ῥ᾽ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
515 ῥύατ᾽ ἐφεσταότες, μετὰ δ᾽ ἀνέρες οὓς ἔχε γῆρας·
οἱ δ᾽ ἴσαν· ἦρχε δ᾽ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη,
ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
ἀμφὶς ἀριζήλω· λαοὶ δ᾽ ὑπολίζονες ἦσαν.
520 οἱ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι,
ἐν ποταμῷ, ὅθι τ᾽ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
ἔνθ᾽ ἄρα τοί γ᾽ ἵζοντ᾽ εἰλυμένοι αἴθοπι χαλκῷ.
τοῖσι δ᾽ ἔπειτ᾽ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν,
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
525 οἱ δὲ τάχα προγένοντο, δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες
τερπόμενοι σύριγξι· δόλον δ᾽ οὔ τι προνόησαν.
οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ᾽ ἔπειτα
τάμνοντ᾽ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
ἀργεννέων οἰῶν, κτεῖνον δ᾽ ἐπὶ μηλοβοτῆρας.
530 οἱ δ᾽ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
εἰράων προπάροιθε καθήμενοι, αὐτίκ᾽ ἐφ᾽ ἵππων
βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ᾽ ἵκοντο.
στησάμενοι δ᾽ ἐμάχοντο μάχην ποταμοῖο παρ᾽ ὄχθας,
βάλλον δ᾽ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
535 ἐν δ᾽ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ᾽ ὀλοὴ Κήρ,
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
εἷμα δ᾽ ἔχ᾽ ἀμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
ὡμίλευν δ᾽ ὥς τε ζωοὶ βροτοὶ ἠδ᾽ ἐμάχοντο,
540 νεκρούς τ᾽ ἀλλήλων ἔρυον κατατεθνηῶτας.

***
Και ο ένδοξος χωλός θεός σ᾽ εκείνην απαντούσε:«Θάρρου, ως προς τούτο παντελώς ο νους σου ας μη φροντίζει.
Έτσι απ᾽ τον μαύρον θάνατον να ημπόρουν να τον κρύψω,
465 ανάμερα, όταν η σκληρή φθάσει κοντά του η μοίρα,
καθώς άρματα υπέρλαμπρα εγώ θα του ετοιμάσω
να θαμπωθούν όσοι τα ιδούν του γένους των ανθρώπων».
Είπε και αυτού την άφησε κι επήγε στες φυσούνες,
στο πυρ τες στρέφει και γοργά να εργάζονται προστάζει.
470 Φυσούνες είκοσι φυσούν στες κάψες τους και βγάζουν
ευκολοφύσητην πνοήν σφοδρήν ή μετρημένην,
πότε με βια πότε σιγά να υπηρετούν, ως θέλει
ο Ήφαιστος, ώστ᾽ εύκολα το έργον να τελειώσει·
σκληρόν χαλκόν, κασσίτερον, πολύτιμο χρυσάφι
475 και ασήμι βάζει στην φωτιά, κατόπιν μέγ᾽ αμόνι
εις τον κορμόν τοποθετεί και στο δεξί του χέρι
σφύραν αδράχνει δυνατήν, και το διλάβι στ᾽ άλλο.
Κι έπλασε, πρώτα δυνατήν ασπίδα και μεγάλην
όλην με τέχνην και τριπλόν λαμπρόν τριγύρω κύκλον·
480 με πέντε δίπλες έγινεν η ασπίδα και σ᾽ εκείνην
λογιών εικόνες έπλαθε με την σοφήν του γνώσιν.
Την γην αυτού, τον ουρανόν, την θάλασσαν μορφώνει
τον ήλιον τον ακούραστον, γεμάτο το φεγγάρι,
485 τ᾽ αστέρια οπού τον ουρανόν ολούθε στεφανώνουν,
την δύναμιν του Ωρίωνος, Υάδες, Πληιάδες,
την Άρκτον, που και Άμαξαν καλούν, και αυτού γυρίζει
πάντοτε, τον Ωρίωνα ασάλευτα τηρώντας.
Η μόνη που τ᾽ Ωκεανού το λούσμα δεν γνωρίζει.
490 Δύο κατόπιν έκαμεν ανθρώπων πολιτείες
καλές. Στην μίαν γίνονταν του γάμου χαροκόπι·
νυφάδες απ᾽ τα γονικά συνόδευαν στην πόλιν
με τα δαδιά και αλαλαγμός σηκώνετο υμεναίου·
και αγόρια κει στριφογυρνούν εις τον χορόν τεχνίτες,
495 αυλοί, κιθάρες αντηχούν στην μέσην και οι γυναίκες
ολόρθες εις τα πρόθυρα θωρούσαν κι εθαυμάζαν.
Κι ήταν λαού συνάθροισις στην αγοράν, που δύο
φιλονικούσαν άνθρωποι για πρόστιμο ενός φόνου.
Ο ένας που όλα επλήρωσεν εκήρυττε στα πλήθη,
500 ο άλλος οπού τίποτε δεν έλαβε· και οι δύο
εμπρός ηθέλαν στον κριτήν το πράγμα να τελειώσει.
Του ενός και τ᾽ άλλου με φωνές τα πλήθη επαίρναν μέρος·
οι κήρυκες τα ησύχαζαν· και μες στον άγιον κύκλον
στα σκαλισμένα μάρμαρα εκάθισαν οι γέροι,
505 και από τα χέρια λάμβαναν των λιγυρών κηρύκων
τα σκήπτρα κι εσηκώνονταν κι εδίκαζε καθένας.
Βαλμένα ήσαν στην μέσην τους δυο τάλαντα χρυσάφι
γι᾽ αυτόν που δικαιότερα την κρίσιν του προφέρει.
Την άλλην πόλιν έζωναν δύο στρατοί τριγύρω
510 που στ᾽ άρματά τους έλαμπαν· και δύο γνώμες είχαν,
να την χαλάσουν παντελώς ή τα μισά να λάβουν
απ᾽ όσα κτήματα η λαμπρή χωρούσε πολιτεία·
εκείνοι δεν επείθοντο και κρύφια για καρτέρι
οπλίζονταν· εφύλαγαν το τείχος οι γυναίκες
515 με όλα τ᾽ ανήλικα παιδιά και οι γέροντες μαζί τους.
Κι εκείνοι εβγαίναν· η Αθηνά και ο Άρης αρχηγοί τους
χρυσοί και οι δύο με χρυσά τα ενδύματα, μεγάλοι,
όμορφοι, ωσάν αθάνατοι, με τ᾽ άρματα και πέρα
ξεχωριζόνταν· κι έβλεπες μικρά τα πλήθη κάτω·
520 και ότ᾽ έφθασαν όπου έπρεπε να στήσουν το καρτέρι,
στον ποταμόν που επότιζε καθένας το κοπάδι,
αυτού καθίσαν σκεπαστοί, με τα λαμπρά τους όπλα.
Και δύο ξέμακρα σκοποί σταθήκαν καρτερώντας
πότε να ιδούν τα πρόβατα να φθάσουν κι οι αγελάδες.
525 Γρήγορα εκείνα επρόβαλαν και δυο βοσκοί κατόπιν
και τούτοι ανυποψίαστοι με σύριγγες επαίζαν.
Κι εκείνοι άμα τους ξάνοιξαν επάνω τους χυθήκαν,
μέρος των μόσχων ξέκοψαν και των λευκών προβάτων
κι έσφαξαν κει και τους βοσκούς· κι οι άλλοι ως εννοήσαν
530 στα βόδια τόσην ταραχήν, σηκώθηκαν απ᾽ όπου
κάθονταν στο στρατόπεδο, και αμέσως ανεβήκαν
εις τ᾽ ανεμόποδ᾽ άλογα και γρήγορα τους φθάσαν.
Κι εκεί στην ακροποταμιά την μάχην αρχινήσαν
κι απ᾽ τα δυο μέρη ερίχνονταν τα χάλκινα κοντάρια.
535 Η Έρις μέσα εγύριζεν, ο Κυδοιμός και η Μοίρα,
που άλλον εκράτει αλάβωτον, κι αιματωμένον άλλον,
άλλον ποδόσερνε νεκρόν στην ταραχήν της μάχης·
κι ένδυμα εφόρει κόκκινον απ᾽ των ανδρών το αίμα.
Στρέφονταν κει σαν ζωντανοί θνητοί κι επολεμούσαν,
540 και απ᾽ τα δυο μέρη τους νεκρούς στο σιάδι εποδοσέρναν.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου