εὐρεῖαν τρίπολον· πολλοὶ δ᾽ ἀροτῆρες ἐν αὐτῇ
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
οἱ δ᾽ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
545 τοῖσι δ᾽ ἔπειτ᾽ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν᾽ ὄγμους,
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
ἡ δὲ μελαίνετ᾽ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
550 Ἐν δ᾽ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ᾽ ἔριθοι
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
δράγματα δ᾽ ἄλλα μετ᾽ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
ἄλλα δ᾽ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
τρεῖς δ᾽ ἄρ᾽ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
555 παῖδες δραγμεύοντες, ἐν ἀγκαλίδεσσι φέροντες,
ἀσπερχὲς πάρεχον· βασιλεὺς δ᾽ ἐν τοῖσι σιωπῇ
σκῆπτρον ἔχων ἑστήκει ἐπ᾽ ὄγμου γηθόσυνος κῆρ.
κήρυκες δ᾽ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
βοῦν δ᾽ ἱερεύσαντες μέγαν ἄμφεπον· αἱ δὲ γυναῖκες
560 δεῖπνον ἐρίθοισιν λεύκ᾽ ἄλφιτα πολλὰ πάλυνον.
Ἐν δὲ τίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
καλὴν χρυσείην· μέλανες δ᾽ ἀνὰ βότρυες ἦσαν,
ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ᾽ ἕρκος ἔλασσε
565 κασσιτέρου· μία δ᾽ οἴη ἀταρπιτὸς ἦεν ἐπ᾽ αὐτήν,
τῇ νίσοντο φορῆες, ὅτε τρυγόῳεν ἀλωήν.
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
τοῖσιν δ᾽ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
570 ἱμερόεν κιθάριζε, λίνον δ᾽ ὑπὸ καλὸν ἄειδε
λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
μολπῇ τ᾽ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
Ἐν δ᾽ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
575 μυκηθμῷ δ᾽ ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε
πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
χρύσειοι δὲ νομῆες ἅμ᾽ ἐστιχόωντο βόεσσι
τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
σμερδαλέω δὲ λέοντε δύ᾽ ἐν πρώτῃσι βόεσσι
580 ταῦρον ἐρύγμηλον ἐχέτην· ὁ δὲ μακρὰ μεμυκὼς
ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ᾽ αἰζηοί.
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἱ δὲ νομῆες
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
585 οἱ δ᾽ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
ἱστάμενοι δὲ μάλ᾽ ἐγγὺς ὑλάκτεον ἔκ τ᾽ ἀλέοντο.
Ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
590 Ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
τῷ ἴκελον οἷόν ποτ᾽ ἐνὶ Κνωσῷ εὐρείῃ
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὠρχεῦντ᾽, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
595 τῶν δ᾽ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶνας
εἵατ᾽ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
καί ῥ᾽ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
οἱ δ᾽ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
600 ῥεῖα μάλ᾽, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·
ἄλλοτε δ᾽ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
πολλὸς δ᾽ ἱμερόεντα χορὸν περιίσταθ᾽ ὅμιλος
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
605 φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
Ἐν δὲ τίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
Αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
610 τεῦξ᾽ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,
τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν,
καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
Αὐτὰρ ἐπεὶ πάνθ᾽ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
615 μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
ἡ δ᾽ ἴρηξ ὣς ἆλτο κατ᾽ Οὐλύμπου νιφόεντος,
τεύχεα μαρμαίροντα παρ᾽ Ἡφαίστοιο φέρουσα.

***
Έβαλε αλλού τριόργητο και μαλακό χωράφιεκτεταμένον, κάρπιμο και μέσα ζευγολάτες
πολλοί με τα ζευγάρια τους το εσχίζαν άνω κάτω.
Και όταν γυρίζαν κι έφθαναν στου χωραφιού την άκρην,
545 άνθρωπος τους επρόσφερνε ποτήρι όλο γεμάτο
γλυκό κρασί, κι εγύριζαν στες αυλακιές εκείνοι
πρόθυμοι του μεγάλου αγρού να φθάσουν εις την άκρην.
Μαυρίζει όπισθεν η γη και δείχνει αλετρεμένη
μ᾽ όλον οπού ᾽ναι ολόχρυση, της τέχνης μέγα θάμα.
550 Φραγμένο κτήμα θέτει αλλού που ᾽χε υψηλά τα στάχια
και μέσα εργάτες θέριζαν με κοφτερά δρεπάνια.
Και άλλες χεριές επανωτές στες αυλακιές επέφταν,
και άλλες με καλαμόσχοινα τες δέναν επιστάτες
τρεις διορισμένοι, ενώ παιδιά κατόπι τους σηκώναν
555 χερόβολα στες αγκαλιές και αδιάκοπα τα εδέναν·
και ο κύριος στην αυλακιά με σκήπτρον εις το χέρι
σιωπηλός εστέκονταν κι εχαίρετο η ψυχή του.
Παρέκει κάτω από ᾽να δρυ σφακτό μεγάλο βόδι
για το τραπέζι ετοίμαζαν· και ωστόσον οι γυναίκες
560 πλήθος αλεύρια μούσκευαν φαγί για τους εργάτες.
Αμπέλι μέγα έβαλαν αλλού καρπόν γεμάτο,
καλό, χρυσό κι εμαύριζαν ολούθε τα σταφύλια·
τα κλήματ᾽ ήσαν σ᾽ αργυρά σταλίκια στυλωμένα.
Και λάκκον από χάλυβα και κασσιτέρου φράκτην
565 έσυρε γύρω και άνοιξε στην άκρην μονοπάτι
για να περνούν, όταν τρυγάν το αμπέλι, οι καρποφόροι.
Και αγόρια, κόρες λιγερές, αμέριμνα στην γνώμην
εφέρναν τον γλυκύν καρπόν μέσα εις τα καλάθια.
Γλυκιάν κιθάραν έπαιζε στην μέσην τους αγόρι
570 και με την λυγερή λαλιά τον λίνον τραγουδούσε
μελωδικά, και όλοι μαζί τριγύρω του εσκιρτούσαν
και τες φωνές τους έσμιγαν με το γλυκό τραγούδι.
Αγέλην έκαμεν αλλού ταύρων ορθοκεράτων,
και οι ταύροι επλάσθηκαν χρυσού και κασσιτέρου ακόμη·
575 και απ᾽ την αυλήν μουγκρίζοντας προς την βοσκήν κινούσαν
εις το ποτάμι, οπού βροντά στα τρυφερά καλάμια.
Χρυσοί βαδίζαν τέσσεροι μ᾽ εκείνους βοδηλάτες,
κι εννέα σκύλοι φύλακες γοργόποδες τριγύρω.
Και από τους πρώτους της κοπής δυο τρομερά λιοντάρια
580 βαρβάτον ταύρον άρπαξαν που εμούγκρα ενώ τον σέρναν.
Και οι σκύλοι επάνω εχούμησαν και ομού τα παλικάρια.
Και αφού του ταύρου έκοψαν το δέρμα τα θηρία
αίμα του ερούφαν κι άντερα· του κάκου οι βοδηλάτες
επάνω τα γοργόποδα σκυλιά παρακινούσαν.
585 Δεν εκοτούσαν δάγκαμα να δώσουν στα λεοντάρια,
αλύχταν μόνο από σιμά και πάλι αναμερίζαν.
Κι έναν πλατύν βοσκότοπον λευκόμαλλων προβάτων
έκαμ᾽ ο ένδοξος χωλός μέσα εις καλό λαγκάδι,
στάνες, καλύβες σκεπαστές, και μανδριά μεγάλα.
590 Κι έναν χορόν ιστόρησεν ο μέγας ζαβοπόδης,
όμοιον μ᾽ αυτόν που ο Δαίδαλος είχε φιλοτεχνήσει
της Αριάδνης της λαμπρής εις της Κνωσού τα μέρη.
Αγόρια εκεί, πολύπροικες παρθένες εχορεύαν
κι εγύριζαν χεροπιαστοί· και οι κόρες εφορούσαν
595 λινά ενδύματα λεπτά, κι είχαν τα παλικάρια
από το λάδι λαμπερούς καλόγνεστους χιτώνες.
Λαμπρά στεφάνια είχαν αυτές, είχαν χρυσά εκείνοι
μαχαίρια που απ᾽ αργυρούς κρεμιόνταν τελαμώνες·
και πότ᾽ ετρέχαν κυλητά με πόδια μαθημένα,
600 ωσάν σταμνάς, οπού τροχόν αρμόδιον στην παλάμην
την τριγυρνά καθήμενος να δοκιμάσει αν τρέχει,
και πότε αράδα έτρεχαν αντίκρυ στην αράδα.
Και τον ασύγκριτον χορόν τριγύρω εδιασκεδάζαν
πολύς λαός και ανάμεσα ο αοιδός ο θείος
605 κιθάριζε· και ως άρχιζεν εκείνος το τραγούδι
δυο χορευτές στη μέση τους πηδούσαν κι εγυρίζαν.
Τον ποταμόν Ωκεανόν και δυνατόν και μέγαν
γύρω στον κύκλον έθεσε της στερεής ασπίδος.
Και την τρανήν ως του ᾽καμεν ασύντριφτην ασπίδα,
610 θώρακα κάμνει π᾽ άστραφτεν όσο η φωτιά δεν λάμπει,
κράνος κατόπι στερεόν αρμόδιον στο κεφάλι,
καλότεχνο με ολόχρυσο στην κορυφήν του λόφον,
και από λεπτόν κασσίτερον μορφώνει τες κνημίδες.
Και όλα τα όπλα ως έκαμε τα σήκωσε ο τεχνίτης
615 και του Αχιλλέως τα ᾽βαλεν εμπρός εις την μητέρα.
Και αυτή με τ᾽ όπλα π᾽ άστραφταν, του Ηφαίστου δώρο, εχύθη
ωσάν νεράκι απ᾽ την κορφήν του χιονισμένου Ολύμπου.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου