Τρίτη 8 Μαρτίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (16.818-16.867)

Ἕκτωρ δ᾽ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
ἂψ ἀναχαζόμενον, βεβλημένον ὀξέϊ χαλκῷ,
820 ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσε·
δούπησεν δὲ πεσών, μέγα δ᾽ ἤκαχε λαὸν Ἀχαιῶν·
ὡς δ᾽ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
ὥ τ᾽ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
825 πίδακος ἀμφ᾽ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
πολλὰ δέ τ᾽ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
830 «Πάτροκλ᾽, ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν,
νήπιε· τάων δὲ πρόσθ᾽ Ἕκτορος ὠκέες ἵπποι
ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ᾽ αὐτὸς
835 Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
ἦμαρ ἀναγκαῖον· σὲ δέ τ᾽ ἐνθάδε γῦπες ἔδονται.
ἆ δείλ᾽, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ᾽ ἰόντι·
“μή μοι πρὶν ἰέναι, Πατρόκλεες ἱπποκέλευθε,
840 νῆας ἔπι γλαφυράς, πρὶν Ἕκτορος ἀνδροφόνοιο
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.”
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.»
Τὸν δ᾽ ὀλιγοδρανέων προσέφης, Πατρόκλεες ἱππεῦ·
«ἤδη νῦν, Ἕκτορ, μεγάλ᾽ εὔχεο· σοὶ γὰρ ἔδωκε
845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
ῥηιδίως· αὐτοὶ γὰρ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο.
τοιοῦτοι δ᾽ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
πάντές κ᾽ αὐτόθ᾽ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
ἀλλά με μοῖρ᾽ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
850 ἀνδρῶν δ᾽ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
οὔ θην οὐδ᾽ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή,
χερσὶ δαμέντ᾽ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.»
855 Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει,
ὃν πότμον γοόωσα, λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
«Πατρόκλεις, τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
860 τίς δ᾽ οἶδ᾽ εἴ κ᾽ Ἀχιλεύς, Θέτιδος πάϊς ἠϋκόμοιο,
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;»
Ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
εἴρυσε λὰξ προσβάς, τὸν δ᾽ ὕπτιον ὦσ᾽ ἀπὸ δουρός.
αὐτίκα δὲ ξὺν δουρὶ μετ᾽ Αὐτομέδοντα βεβήκει,
865 ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
ἵετο γὰρ βαλέειν· τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποι
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.

***
Και ο Έκτωρ απ᾽ τες φάλαγγες άμ᾽ είδε τον γενναίον
Πάτροκλον ν᾽ αποσύρεται κονταροπληγωμένος,
820 προχώρησε, του εστήθη εμπρός, και μέσα εις το λαγγόνι
την λόγχην όλην έμπηξε κι η άκρη εβγήκε πέρα.
Έπεσε και κατήφεια στους Αχαιούς εχύθη.
Και ως λέοντας και αδείλιαστος αγριόχοιρος στο όρος
μάχονται μεγαλόψυχα για μια μικρή βρυσούλα,
825 ότι να πιουν θέλουν και οι δυο με λύσσαν, ώσπου ο χοίρος
ασκομαχώντας ξεψυχά στον λέοντ᾽ αποκάτω·
ομοίως τον ανδράγαθον υιόν του Μενοιτίου,
πολλών φονέα μαχητών ο Πριαμίδης Έκτωρ
με λόγχην εθανάτωσε κι επάνω του εκαυχήθη:
830 «Την πόλιν μας, ω Πάτροκλε, θαρρούσες ν᾽ αφανίσεις,
και δούλες στην πατρίδα σου να πάρεις τες γυναίκες,
ανόητε! και ακούραστα γι᾽ αυτές ετρικυμίζαν
τ᾽ άλογα τα φτερόποδα του Έκτορος, κι εκείνος, —
που είμαι πρώτος μαχητής των φιλομάχων Τρώων,
835 και δεν θα ιδούν, ενόσω ζω, την δουλικήν ημέρα·
και τώρα σε τα όρνεα θα φάγουν εις την Τροίαν.
Άθλιε! δεν σε ωφέλησεν ο ανδρείος Αχιλλέας·
θα σου παράγγελνε πολλά την ώραν που εκινούσες:
«Να μη γυρίσεις, Πάτροκλε ιππόμαχε, στα πλοία
840 πριν σχίσεις εις του Έκτορος τα στήθη τον χιτώνα
βαμμένον εις το αίμα του»· αυτά θα είπ᾽ εκείνος
και αυτά τα λόγια σ᾽ άρεσαν, ανόητος ως είσαι».
Και, Πάτροκλε, του απάντησες με την ψυχήν στο στόμα:
«Έκτωρ, καυχήσου όσο ημπορείς, τώρα που ο Ζευς και ο Φοίβος
845 την νίκην σού εχάρισαν — και αυτοί με καταβάλλουν
εύκολ᾽, αφού μου αφαίρεσαν τα όπλ᾽ από τους ώμους.
Κι είκοσιν όμοιοι με σε να είχαν έλθει εμπρός μου
όλοι νεκροί θα έπεφταν στην λόγχην μου αποκάτω.
Εμένα η μοίρα εφόνευσεν η μαύρη με τον Φοίβον
850 και απ᾽ τους θνητούς ο Εύφορβος· τρίτος εσύ με γδύνεις.
Και άκουσε ακόμα τι θα ειπώ και βάλε το στον νουν σου·
ολίγες είν᾽ οι μέρες σου· και ιδού σε παραστέκει
η μοίρα η παντοδύναμη κι η ώρα του θανάτου,
οπού απ᾽ το χέρι αδάμαστο θα πέσεις του Αχιλλέως».
855 Με αυτά τα λόγι᾽ απέθανε· και κλαίοντας θλιμμένη
την μοίραν, που νεότητα και ανδρείαν τής επήρε,
από τα μέλη του η ψυχή κατέβηκε στον Άδη.
Νεκρόν τον επροσφώνησεν ο λαμπροφόρος Έκτωρ:
«Ω Πάτροκλε, τον θάνατον γιατί μου προμαντεύεις;
860 Ποιος ξέρει μήπως ο Αχιλλεύς, της Θέτιδος ο γόνος,
χάσει αυτός πρώτος την ζωήν στην λόγχην μου αποκάτω; »
Είπε και μέσ᾽ απ᾽ την πληγήν, πατώντας τον, την λόγχην
ανέσπασε και ανάσκελον τον έσπρωξε στο χώμα.
Κι ευθύς στον Αυτομέδοντα με το κοντάρι εχύθη,
865 που είχε άκόλουθον λαμπρόν ο ασύγκριτος Πηλείδης,
να τον κτυπήσει, αλλ᾽ έπαιρναν αυτόν οι ταχείς ίπποι,
οι αθάνατοι που οι θεοί χαρίσαν του Πηλέως.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου