150 ἕζετο δ᾽ εἰνὶ θρόνῳ· τὼ δ᾽ ἀΐξαντε πετέσθην.
Ἴδην δ᾽ ἵκανον πολυπίδακα, μητέρα θηρῶν,
εὗρον δ᾽ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
τὼ δὲ πάροιθ᾽ ἐλθόντε Διὸς νεφεληγερέταο
155 στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
ὅττι οἱ ὦκ᾽ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
«βάσκ᾽ ἴθι, Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
πάντα τάδ᾽ ἀγγεῖλαι, μηδὲ ψευδάγγελος εἶναι.
160 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
εἰ δέ μοι οὐκ ἐπέεσσ᾽ ἐπιπείσεται, ἀλλ᾽ ἀλογήσει,
φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
μή μ᾽ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
165 μεῖναι, ἐπεί ἑο φημὶ βίῃ πολὺ φέρτερος εἶναι
καὶ γενεῇ πρότερος· τοῦ δ᾽ οὐκ ὄθεται φίλον ἦτορ
ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
170 ὡς δ᾽ ὅτ᾽ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
«ἀγγελίην τινά τοι, γαιήοχε κυανοχαῖτα,
175 ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
παυσάμενόν σε κέλευσε μάχης ἠδὲ πτολέμοιο
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
εἰ δέ οἱ οὐκ ἐπέεσσ᾽ ἐπιπείσεαι, ἀλλ᾽ ἀλογήσεις,
ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
180 ἐνθάδ᾽ ἐλεύσεσθαι· σὲ δ᾽ ὑπεξαλέασθαι ἄνωγε
χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
καὶ γενεῇ πρότερος· σὸν δ᾽ οὐκ ὄθεται φίλον ἦτορ
ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.»
Τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
185 «ὢ πόποι, ἦ ῥ᾽ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν,
εἴ μ᾽ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
τρεῖς γάρ τ᾽ ἐκ Κρόνου εἰμὲν ἀδελφεοί, οὓς τέκετο ῾Ρέα,
Ζεὺς καὶ ἐγώ, τρίτατος δ᾽ Ἀΐδης, ἐνέροισιν ἀνάσσων.
τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾽ ἔμμορε τιμῆς·
190 ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
παλλομένων, Ἀΐδης δ᾽ ἔλαχε ζόφον ἠερόεντα,
Ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
γαῖα δ᾽ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
195 καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν, οὓς τέκεν αὐτός,
οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.»
200 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
«οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα,
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
οἶσθ᾽ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.»
205 Τὴν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
«Ἶρι θεά, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ᾽ ἄγγελος αἴσιμα εἰδῇ.
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
ὁππότ᾽ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
210 νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
ἀλλ᾽ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης,
Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος,
215 Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ᾽ ἐθελήσει
ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
ἴστω τοῦθ᾽, ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.»

***
Είπε, και πάλι εγύρισε στον θρόνον της η Ήρα·150 και αυτοί με πέταμα γοργό ξεκίνησαν κι εφθάσαν
στην Ίδην την πολύβρυσην, την θεριοθρέπτραν κι ήβραν
εις του Γαργάρου την κορφήν τον βροντητήν Κρονίδην
καθήμενον, κι ευωδιαστή τον έζωνε νεφέλη.
Κι εμπρός ως ήλθαν του Διός του νεφελοσυνάκτη,
155 έμειναν, και μ᾽ αυτούς χολήν δεν είχε ο Ζευς άμ᾽ είδε
ότι της Ήρας γρήγορα τον λόγον υπακούσαν.
Στην Ίριν πρώτα ομίλησε με λόγια φτερωμένα:
«Πτερόποδ᾽ Ίρι, πήγαινε, να ειπείς του Ποσειδώνος
ό,τι θ᾽ ακούσεις και πιστήν σε θέλω εγώ μηνύτραν.
160 Να παύσει από τον πόλεμον και να γυρίσει, αν θέλει,
ή στην αγίαν θάλασσαν ή στων θεών τα γένη.
Και αν δεν πεισθεί στα λόγια μου και τ᾽ αψηφίσει, ειπέ του
να εννοήσει αυτό καλά, να μη θαρρέψει τόσο
στην δύναμίν του να σταθεί, όταν του πέσω, εμπρός μου
165 ότ᾽ είμ᾽ εγώ στην δύναμιν περίσσ᾽ ανώτερός του,
είμαι και πρωτογέννητος. Και ωστόσο αυτός τολμάει
ίσος να λέγεται μ᾽ εμέ που όλ᾽ οι θεοί με τρέμουν».
Είπε και τον υπάκουσεν η ανεμόποδ᾽ Ίρις
και στην αγίαν Ίλιον κατέβη από την Ίδην.
170 Και ως ροβολούν κάτω στην γην χιόν᾽ ή χαλάζι κρύο
απ᾽ τον αιθερογέννητον βοριά κατεβασμένα,
με ομοίαν επετούσε ορμήν η ανεμοπόδ᾽ Ίρις
και από σιμά προσφώνησε τον μέγαν Ποσειδώνα:
«Κάποιο να φέρω μήνυμα, μεγάλε γεωφόρε,
175 ήλθα καθώς μ᾽ επρόσταξεν ο αιγιδοφόρος Δίας·
να παύσεις απ᾽ τον πόλεμον σου λέγει και να γύρεις
ή στην αγίαν θάλασσαν ή στων θεών τα γένη·
και αν δεν πεισθείς στα λόγια του και τ᾽ αψηφάς, κηρύττει
ότι και αυτός αντίμαχα με σε να πολεμήσει
180 θα έλθει εδώ· και μη σταθείς, σε συμβουλεύει, εμπρός του,
ότ᾽ είναι αυτός στην δύναμιν περίσσ᾽ ανώτερός σου,
είναι και πρωτογέννητος, και όμως τολμά η καρδιά σου
ίσος να λέγεσαι μ᾽ αυτόν, οπού τον τρέμουν όλοι».
Εβάρυνε και απάντησεν ο μέγας κοσμοσείστης:
185 «Ω, λόγον υπερήφανον που είπε, αν κι είναι ανδρείος,
αν τον ομότιμον εμέ με βίαν θα εμποδίσει.
Τρεις γεννηθήκαμεν υιοί, του Κρόνου και της Ρέας,
ο Ζευς, εγώ και ο βασιλεύς των πεθαμένων Άδης.
Και απ᾽ όλα τρία κάμαμεν ισόμοιρα βασίλεια.
190 Να ᾽χω την λευκήν θάλασσαν πέφτει ο λαχνός σ᾽ εμένα,
στον Άδην το ανήλιο σκοτάδι, και στον Δία
ο πλατύς έλαχε ουρανός στα νέφη στον αιθέρα
κι έμειν᾽ η γη κοινή στους τρεις και ο Όλυμπος ο μέγας.
Όθεν εμένα του Διός ο νους δεν θα οδηγήσει,
195 και ας μείνει, αν κι είναι δυνατός, στο τρίτο του μοιράδι.
Και με τα χέρια ως άνανδρον να μη με φοβερίζει.
Με τα μεγάλα λόγια του ταιριάζει να ονειδίσει
τες κόρες και τ᾽ αγόρια που γέννησεν εκείνος,
ότι εξ ανάγκης θα υπακούν εκείνα σ᾽ ό,τι λέγει».
200 Και προς αυτόν απάντησεν η ανεμόποδ᾽ Ίρις:
«Ω γεωφόρε Ποσειδών, τωόντι αυτόν τον λόγον
τον άπονον, τον τρομερόν, θα φέρω εγώ στον Δία;
Δεν θα τον στρέψεις; Στρέφονται οι γνώμες των γενναίων.
Τον πρωτογέννητον βοηθούν, το ξεύρεις, οι Ερινύες».
205 Και προς αυτήν ο Ποσειδών αντείπε ο κοσμοσείστης:
«Ίρι θεά, λόγον καλόν ομίλησες τωόντι
και αυτό λαμπρόν, ο μηνυτής τα ορθά να ξεχωρίζει.
Αλλ᾽ ιδού ποίος την καρδιά φρικτός μού θλίβει πόνος,
εμένα τον ισόμοιρον και τον ομόκληρόν του
210 με λόγια να ονειδίζει αυτός όλα χολήν γεμάτα.
Αλλά με κάνει ευλάβεια για τώρα να συγκλίνω·
αλλ᾽ άκουσ᾽ άλλο που θα ειπώ και αλήθεια θα κηρύξω·
εάν αυτός στο πείσμα μου και άλλων αθανάτων,
της Ήρας και της Αθηνάς, του Ηφαίστου και του Ερμείου
215 θελήσει από τον όλεθρον την Ίλιον να φυλάξει
και να μη δώσει δύναμιν και νίκην στους Αργείους,
ας μάθει π᾽ άσβεστος θυμός θ᾽ ανάψει στην ψυχήν μας».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου