ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
βῆναι ἐπ᾽ Αἰνείαν· τὸν δ᾽ ὕστατον εὗρεν ὁμίλου
460 ἑσταότ᾽· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ,
οὕνεκ᾽ ἄρ᾽ ἐσθλὸν ἐόντα μετ᾽ ἀνδράσιν οὔ τι τίεσκεν.
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
«Αἰνεία, Τρώων βουληφόρε, νῦν σε μάλα χρὴ
γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
465 ἀλλ᾽ ἕπευ, Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.»
Ὣς φάτο, τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
βῆ δὲ μετ᾽ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
470 ἀλλ᾽ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
ἀλλ᾽ ἔμεν᾽, ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
ὀφθαλμὼ δ᾽ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
475 θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ᾽ ὑπεχώρει,
Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ᾽ ἑταίρους,
Ἀσκάλαφόν τ᾽ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
Μηριόνην τε καὶ Ἀντίλοχον, μήστωρας ἀϋτῆς·
480 τοὺς ὅ γ᾽ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
«δεῦτε, φίλοι, καί μ᾽ οἴῳ ἀμύνετε· δείδια δ᾽ αἰνῶς
Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
καὶ δ᾽ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
485 εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ᾽ ἐπὶ θυμῷ,
αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
πλησίοι ἔστησαν, σάκε᾽ ὤμοισι κλίναντες.
Αἰνείας δ᾽ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι,
490 Δηΐφοβόν τε Πάριν τ᾽ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
οἵ οἱ ἅμ᾽ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
λαοὶ ἕπονθ᾽, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
πιόμεν᾽ ἐκ βοτάνης· γάνυται δ᾽ ἄρα τε φρένα ποιμήν·
ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει,
495 ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
Οἱ δ᾽ ἀμφ᾽ Ἀλκαθόῳ αὐτοσχεδὸν ὡρμήθησαν
μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
σμερδαλέον κονάβιζε τιτυσκομένων καθ᾽ ὅμιλον
ἀλλήλων· δύο δ᾽ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων,
500 Αἰνείας τε καὶ Ἰδομενεύς, ἀτάλαντοι Ἄρηϊ,
ἵεντ᾽ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
αἰχμὴ δ᾽ Αἰνείαο κραδαινομένη κατὰ γαίης
505 ᾤχετ᾽, ἐπεί ῥ᾽ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
Ἰδομενεὺς δ᾽ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ᾽ ἔντερα χαλκὸς
ἤφυσ᾽· ὁ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
Ἰδομενεὺς δ᾽ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
510 ἐσπάσατ᾽, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
οὐ γὰρ ἔτ᾽ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
οὔτ᾽ ἄρ᾽ ἐπαΐξαι μεθ᾽ ἑὸν βέλος οὔτ᾽ ἀλέασθαι.
τῶ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
515τρέσσαι δ᾽ οὐκέτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
ἀλλ᾽ ὅ γε καὶ τόθ᾽ ἅμαρτεν, ὁ δ᾽ Ἀσκάλαφον βάλε δουρί,
υἱὸν Ἐνυαλίοιο· δι᾽ ὤμου δ᾽ ὄβριμον ἔγχος
520 ἔσχεν· ὁ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
οὐδ᾽ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
ἧστο, Διὸς βουλῇσιν ἐελμένος, ἔνθα περ ἄλλοι
525 ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.

***
455 Τον άκουσε ο Δηίφοβος κι εδίσταζε αν θα στρέψεινα πάρει κάποιον σύντροφον απ᾽ τους γενναίους Τρώας,
βοηθόν του ή και τον πόλεμον να δοκιμάσει μόνος
κι έκρινε αυτό καλύτερο, να υπάγει εις τον Αινείαν.
Τον εύρηκε να στέκεται μες στου στρατού την άκρην
460 ως είχε προς τον Πρίαμον θυμόν πάντοτ᾽ εκείνος,
διότι αν κι ήτο ανδράγαθος ποσώς δεν τον τιμούσε.
Του έλεγε ο Δηίφοβος: «Των Τρώων βουληφόρε,
Αινεία, τώρα εκδικητής να δράμεις του γαμβρού σου
χρωστείς, εάν ο θάνατος του συγγενούς σε θλίβει.
465 Αλλ᾽ έλα τον Αλκάθοον μαζί να εκδικηθούμε,
όπου γαμβρός στα σπίτια σας σ᾽ έχει αναστήσει βρέφος.
Τον φόνευσεν ο Ιδομενεύς ο μέγας πολεμάρχος».
Είπε και πόνον άκουσεν ο Αινείας κι επετάχθη
με ορμήν πολέμου ακράτητην προς τον Ιδομενέα.
470 Πλην τούτος δεν εδείλιασεν ως τρομερόν αγόρι,
αλλ᾽ όπως χοίρος ορεινός με θάρρος στην ανδρειά του,
σ᾽ έρημο μέρος καρτερεί πολλών ορμήν ανθρώπων,
καίουν τα μάτια του φωτιά, τα νώτα του αγριώνει
κι έτοιμος εις τον πόλεμον τα δόντια του ακονίζει
475 και άνδρες και σκύλους αψηφά· παρόμοια καρτερούσε
ο ανδράγαθος Ιδομενεύς, επάνω του ως ερχόνταν
ο Αινείας· κι έσυρε φωνήν να κράξει τους συντρόφους
Ασκάλαφον, Δηίπυρον σιμά του και Αφαρέα
Μηριόνην και Αντίλοχον στον πόλεμον τεχνίτες.
480Αυτούς καλούσε κι έλεγεν: «Βοηθάτε αγαπημένοι,
και μόνος είμαι· τρομερά φοβούμαι τον ανδρείον
Αινείαν τον πτερόποδα, που ορμά να με χτυπήσει·
στην μάχην είναι ακούραστος αυτός ανθρωποφόνος·
έχει και της νεότητος το θάρρος και την ρώμην.
485 Αν είχα εγώ τα χρόνια του με τούτην την ψυχήν μου,
η νίκη γρήγορα σ᾽ εμέ θα τύχαιν᾽ ή σ᾽ εκείνον».
Είπε και αυτοί πλησίον του με μίαν γνώμην όλοι
εστήθηκαν, στους ώμους των φορώντας τες ασπίδες.
Και απ᾽ τ᾽ άλλο μέρος έκραζεν ο Αινείας τους συντρόφους
490 Δηίφοβον και Πάριδα και Αγήνορα τον θείον,
που ήσαν των Τρώων αρχηγοί, μ᾽ αυτόν, και ακολουθούσαν
τα πλήθη, ωσάν τα πρόβατα κατόπι στο κριάρι,
όταν θα πιουν και την βοσκήν για το ποτάμι αφήνουν
και μέσα χαίρεται ο βοσκός· παρόμοια τότ᾽ εχάρη
495 ο Αινείας στον πολύν λαόν, που τον ακολουθούσε.
Και γύρω εις τον Αλκάθοον με μακριά κοντάρια
εκείνοι ορμήσαν, και ο χαλκός, καθώς αντικτυπούντο,
μες στον αγώνα φοβερά στα στήθη τους βροντούσε.
Και απ᾽ όλους δύο μαχηταί πλιότερο εμανίζαν,
500 ο Αινείας και ο Ιδομενεύς, ισόπαλοι του Άρη,
ο ένας τον άλλον μ᾽ άπονον χαλκόν να σχίσει πέρα.
Ο Αινείας πρώτος έριξεν εις τον Ιδομενέα·
τον είδε αυτός κι εξέφυγε το χαλκοφόρο ακόντι·
κι έπεσε τινακτά στην γην η λόγχη του Αινείου
505 ανώφελ᾽ αφού πέταξεν απ᾽ το βαρύ του χέρι
και τον Οινόμαον κτύπησε στην μέσην στην γαστέρα
ο Ιδομενεύς· του έσχισε τον θώρακα ως τα σπλάχνα·
στην σκόνην έπεσεν αυτός κι εφούκτωσε το χώμα.
Και ο Ιδομενεύς απ᾽ τον νεκρόν το μακρινό κοντάρι
510 έσυρε, αλλά δεν μπόρεσε και τ᾽ άρματα τα ωραία
να του αφαιρέσει, ότι πολλές τον εστενεύαν λόγχες.
Ότι την πρώτην δύναμιν τα πόδια του δεν είχαν
να ορμήσει προς την λόγχην του ή καν ν᾽ αναμερίσει·
όθεν στρατός επάλαιεν να σώσει την ζωήν του,
515 και οι πόδες δεν είχαν ορμήν να φύγει από την μάχην.
Κι εκεί που αναχωρούσε αργά, του έριξεν ακόντι
ο Δηίφοβος, που πάντοτε του ᾽χε χολήν και μίσος.
Όμως και τούτο του ᾽σφαλεν· και το βαρύ κοντάρι
στον ώμον τον Ασκάλαφον υιόν του Άρη εβρήκε·
520 στην σκόνην έπεσεν αυτός κι εφούκτωσε το χώμα.
Και ο Άρης ο βροντόφωνος δεν είχε ακόμη γνώσιν,
ότι στην μάχην έπεσεν ο αγαπητός υιός του,
αλλά κλεισμένος κάθονταν, ως ήθελεν ο Δίας,
κάτω από σύγνεφα χρυσά στην κορυφήν του Ολύμπου,
525 όπου κι οι άλλοι αθάνατοι, μακράν από την μάχην.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου