«Ἀτρεΐδη κύδιστε, τί με σπεύδοντα καὶ αὐτὸν
ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
295 παύομαι, ἀλλ᾽ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ᾽ αὐτούς,
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
πάντες δ᾽ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
τοῦτον δ᾽ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.»
300 Ἦ ῥα, καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρθ᾽, ὁ δ᾽ ἀμύμονα Γοργυθίωνα
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
τόν ῥ᾽ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305 καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
μήκων δ᾽ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ᾽ ἐνὶ κήπῳ,
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
ὣς ἑτέρωσ᾽ ἤμυσε κάρη πήληκι βαρυνθέν.
Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310 Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
ἀλλ᾽ ὅ γε καὶ τόθ᾽ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
ἀλλ᾽ Ἀρχεπτόλεμον, θρασὺν Ἕκτορος ἡνιοχῆα,
ἱέμενον πόλεμόνδε βάλε στῆθος παρὰ μαζόν·
ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
315 ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
Κεβριόνην δ᾽ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
ἵππων ἡνί᾽ ἑλεῖν· ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.
320 αὐτὸς δ᾽ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρί,
βῆ δ᾽ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
θῆκε δ᾽ ἐπὶ νευρῇ· τὸν δ᾽ αὖ κορυθαίολος Ἕκτωρ
325 αὐερύοντα παρ᾽ ὦμον, ὅθι κληῒς ἀποέργει
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
330 Αἴας δ᾽ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι,
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
335 Ἂψ δ᾽ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
οἱ δ᾽ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
Ἕκτωρ δ᾽ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
ὡς δ᾽ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
ἅπτηται κατόπισθε, ποσὶν ταχέεσσι διώκων,
340 ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἱ δὲ φέβοντο.
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
345 οἱ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος·
Ἕκτωρ δ᾽ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους,
Γοργοῦς ὄμματ᾽ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
350 Τοὺς δὲ ἰδοῦσ᾽ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
αἶψα δ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
«ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος, οὐκέτι νῶϊ
ὀλλυμένων Δαναῶν κεκαδησόμεθ᾽ ὑστάτιόν περ;
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
355ἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνεται οὐκέτ᾽ ἀνεκτῶς
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.»

***
Και ο Τεύκρος του αποκρίθηκεν: «Ω δοξασμένε Ατρείδη,εμέ κινείς τον πρόθυμον, ως βλέπεις, στον αγώνα;
Και μ᾽ όσην έχω δύναμιν εγώ δεν ησυχάζω·
295 απ᾽ την στιγμήν που εσπρώξαμεν αυτούς κατά την πόλιν,
μ᾽ αυτό το τόξο καρτερώ τους άνδρες και φονεύω.
Οκτώ μου βέλη αγκυλωτά που έριξα εμπηχθήκαν
όλα σ᾽ ανδρείων σώματα· και όμως το λυσσασμένο
τούτο σκυλί δεν δύναμαι να το κτυπήσω ακόμη».
300 Είπε κι ευθύς απ᾽ την χορδήν ετράβηξε άλλο βέλος,
τον Έκτορα που ᾽χε αντικρύ ποθώντας να ΄πιτύχει.
Τον έσφαλε κι εκτύπησε στο στήθος τον γενναίον
εύμορφον Γοργυθίωνα, αγόρι του Πριάμου
που ᾽χε γεννήσει νυμφευτή γυνή του απ᾽ την Αισύμην.
305 η ωραία Καστιάνειρα, ωσάν θεά στο σώμα.
Και ως παπαρούνα φουντωτή που απ᾽ του καρπού το βάρος
και απ᾽ ανοιξιάτικες δροσιές την κεφαλήν της γέρνει,
την κεφαλήν έγειρε αυτός του κράνους απ᾽ το βάρος.
Και βέλος άλλο τράβηξεν ο Τεύκρος να κτυπήσει
310 τον Έκτορα κατάντικρυς, αλλ᾽ έσφαλε και πάλιν
ότι το βέλος αλλαχού τού έστριψεν ο Φοίβος·
του Έκτορος τον τρομερόν ανδρείον κυβερνήτην
ήβρε, τον Αρχιπτόλεμον, το βέλος, εις το στήθος.
Από τ᾽ αμάξι εβρόντησε και οι ταχείς ίπποι οπίσω
315 εσύρθηκαν και η δύναμις εκόπη και η πνοή του.
Βαθιά τον Έκτορα έπληξε του κυβερνήτου ο πόνος,
θλιμμένος κει τον άφησε, κι είπε στον Κεβριόνην,
τον αδελφόν που ήταν σιμά τους χαλινούς να πάρει,
και τον υπάκουσε ο αδελφός· και αυτός απ᾽ τον ωραίον
320 θρόνον στην γην επήδησε και τρομερά βοώντας
έπιασε στρογγυλόπετραν κι εχύθη προς τον Τεύκρον,
να τον κτυπήσει πρόθυμος· και ο Τεύκρος παίρνει βέλος
απ᾽ την φαρέτραν φονικό και στην χορδήν τ᾽ αρμόζει,
και ως την τραβούσαν άνωθεν στην κλείδωση της πλάτης,
325 που στήθος δένει και λαιμόν κι είναι ακριβό το μέρος,
ο Έκτωρ κει τον κτύπησε με το σκληρό λιθάρι
και την χορδήν τού έσπασεν· ενάρκωσε η παλάμη
εις τον αρμόν κι έπεσε αυτός στα γόνατα κι εστάθη
ακίνητος και του ᾽πεσε το τόξο από το χέρι.
330 Στον αδελφόν όπ᾽ έπεσε δεν έλειψεν ο Αίας,
κι εμπρός του με το σώμα του και την ασπίδα εστάθη.
Και δυο καλοί του σύντροφοι, ο Μηκιστεύς, του Εχίου
υιός, με τον Αλάστορα στους ώμους των τον φέραν,
οπού βαριαναστέναζε στα βαθουλά καράβια.
335 Και ορμήν στους Τρώας έβαλε και πάλιν ο Κρονίδης·
και ως εις τον λάκκον τον βαθύν τους Αχαιούς εσπρώξαν,
και ο Έκτωρ πρώτος μ᾽ έπαρσιν πολλήν στην δύναμίν του,
και ωσάν σκυλί γοργόποδο, που κυνηγά λεοντάρι
ή άγριον χοίρον, τα μεριά τού πιάνει και τες φτέρνες,
340 και εις όποιο μέρος και αν στραφεί, ποτέ δεν τον αφήνει,
παρόμοια τους Αχαιούς πατούσε ο μέγας Έκτωρ
κι όπως εφεύγαν πάντοτε τον ύστερον κτυπούσε.
Και αφού διαβήκαν οι Αχαιοί του λάκκου τους πασσάλους,
και πλήθος καθώς έφευγαν εφόνευσαν οι Τρώες,
345 πλησίον στα καράβια τους εμείναν ενωμένοι
και ν᾽ ανδρειωθούν εκραύγαζαν ο ένας προς τον άλλον
και στους Θεούς εδέοντο με χέρια σηκωμένα·
και ο Έκτωρ περιέστρεψεν ολόγυρα τους ίππους
με μάτια ως είναι της Γοργούς και του ανδροφόνου Άρη.
350 Τους είδε κι ελεήθηκεν η Ήρα η λευκοχέρα,
κι έλεγε προς την Αθηνά: «Ω του Κρονίδη κόρη,
οϊμέ, πόνον δεν θα ᾽χομεν εμείς οι δύο πλέον
δια την φθοράν των Δαναών στην ύστερην καν ώραν;
Κι εύκολον είναι ολόβολοι να κακοθανατίσουν
355 ενός ανδρός απ᾽ την ορμήν· του Έκτορος η λύσσα
τούτη δεν υποφέρεται και θρήνον έχει κάμει ».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου