ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
780 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
ἕστασαν, ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
εἰλόμενοι, λείουσιν ἐοικότες ὠμοφάγοισιν
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ λευκώλενος Ἥρη,
785 Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
ὃς τόσον αὐδήσασχ᾽ ὅσον ἄλλοι πεντήκοντα·
«αἰδώς, Ἀργεῖοι, κάκ᾽ ἐλέγχεα, εἶδος ἀγητοί·
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
790 οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.»
Ὣς εἰποῦσ᾽ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Τυδεΐδῃ δ᾽ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
εὗρε δὲ τόν γε ἄνακτα παρ᾽ ἵπποισιν καὶ ὄχεσφιν
795 ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ.
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
ἀσπίδος εὐκύλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
ἂν δ᾽ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ᾽ ἀπομόργνυ.
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
800 «ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
καί ῥ᾽ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
οὐδ᾽ ἐκπαιφάσσειν, ὅτε τ᾽ ἤλυθε νόσφιν Ἀχαιῶν
ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
805 δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
αὐτὰρ ὁ θυμὸν ἔχων ὃν καρτερόν, ὡς τὸ πάρος περ,
κούρους Καδμείων προκαλίζετο, πάντα δ᾽ ἐνίκα
ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
σοὶ δ᾽ ἤτοι μὲν ἐγὼ παρά θ᾽ ἵσταμαι ἠδὲ φυλάσσω,
810 καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν,
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ᾽ ἔπειτα
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
815 «γιγνώσκω σε, θεά, θύγατερ Διὸς αἰγιόχοιο·
τῶ τοι προφρονέως ἐρέω ἔπος οὐδ᾽ ἐπικεύσω.
οὔτε τί με δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνος,
ἀλλ᾽ ἔτι σέων μέμνημαι ἐφετμέων, ἃς ἐπέτειλας·
οὔ μ᾽ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
820 τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
ἔλθῃσ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.
τοὔνεκα νῦν αὐτός τ᾽ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνδάδε πάντας·
γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.»
825 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
«Τυδεΐδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ,
μήτε σύ γ᾽ Ἄρηα τό γε δείδιθι μήτε τιν᾽ ἄλλον
ἀθανάτων· τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
ἀλλ᾽ ἄγ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
830 τύψον δὲ σχεδίην μηδ᾽ ἅζεο θοῦρον Ἄρηα
τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ᾽ ἀγορεύων
Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.»
835 Ὣς φαμένη Σθένελον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε,
χειρὶ πάλιν ἐρύσασ᾽, ὁ δ᾽ ἄρ᾽ ἐμμαπέως ἀπόρουσεν·
ἡ δ᾽ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
ἐμμεμαυῖα θεά· μέγα δ᾽ ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ᾽ ἄριστον.
840 λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
αὐτίκ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζεν,
Αἰτωλῶν ὄχ᾽ ἄριστον, Ὀχησίου ἀγλαὸν υἱόν·
τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
845 δῦν᾽ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.

***
Κι εκείνες με το βάδισμα πόχει δειλή τρυγόναπηγαίναν ολοπρόθυμες να σώσουν τους Αργείους·
780 αλλ᾽ ότε εις μέρος έφθασαν που ᾽σαν πολλοί και ανδρείοι
συμπυκνωμένοι ολόγυρα του τρομερού Διομήδη,
οπού στην όψιν όμοιαζαν λεόντων ωμοφάγων,
ή αγριοχοίρων φοβερών που αδάμαστά ᾽χουν στήθη,
εστάθη αυτού κι εκραύγασεν η Ήρα η λευκοχέρα,
785 με την φωνήν του Στέντορος που χάλκιν᾽ είχε στόμα·
κι εφώναζ᾽ όσο δεν μπορούν άνδρες ομού πενήντα:
«Αίσχος, Αργείοι θαυμαστοί στην όψιν, αλλ᾽ αχρείοι·
στον πόλεμον όσο έρχονταν ο θείος Αχιλλέας,
την πύλην την Δαρδανικήν δεν διάβαιναν οι Τρώες
790 ποτέ· τόσο της λόγχης του το βάρος ετρομάζαν·
τώρ᾽ απ᾽ την πόλιν τους μακράν σάς πολεμούν στα πλοία».
Αυτά ᾽πε· και όλων των ανδρών εμψύχωσε το στήθος.
Και στον Τυδείδην έδραμεν η γλαυκομάτ᾽ Αθήνη
και αυτού σιμά στ᾽ αμάξι του τον ήβρε να δροσίζει
795 το λάβωμα που του άνοιξε το βέλος του Πανδάρου·
τον έκαιεν ο ίδρωτας απ᾽ τον πλατύν ζωστήρα
της κυκλωτής ασπίδος του· κι είχε βαρύ το χέρι·
και τον ζωστήρα εσήκωσε κι εσφόγγιζε το αίμα·
και τον ζυγόν των ίππων του πιάν᾽ η θεά και λέγει:
800 «Υιόν που ολίγον του ᾽μοιασεν εγέννησε ο Τυδέας.
Ήτ᾽ ο Τυδέας μαχητής, αν και μικρός το σώμα·
και ότ᾽ εγώ τον ᾽μπόδιζα να δείξει την ανδρειά του
εις τον καιρόν που μηνυτής επήγεν εις τες Θήβες
μόνος μακράν των Αχαιών στα πλήθη των Καδμείων,
805 να ησυχάζει του ᾽λεγα στην τράπεζαν μαζί τους.
Και αυτός οπού ᾽χε την ψυχήν ως πρότερα γενναίαν,
προκάλεσε κι ενίκησε τ᾽ αγόρια των Καδμείων
ευκόλως· ότι βοηθός ευρέθην στο πλευρό του.
Και ομοίως συ μ᾽ έχεις κοντά και σε περιφυλάγω
810 και σε κεντώ με προθυμιά να κυνηγείς τους Τρώας.
Αλλ᾽ ή ο κόπος ο βαρύς σού μούδιασε τα μέλη
ή φόβος σ᾽ απονέκρωσε και γόνος του Οινείδη
Τυδέως του πολεμικού τωόντι συ δεν είσαι».
Εκείνης τότε απάντησεν ο δυνατός Διομήδης:
815 «Καλώς γνωρίζω σε, θεά, σεπτή του Δία κόρη,
όθεν προθύμως θα σου ειπώ, χωρίς το ουδέν να κρύψω.
Ο κόπος δεν μ᾽ εμούδιασεν, ούτε ποσώς ο φόβος,
αλλ᾽ ενθυμούμαι ακόμη εγώ τι μόχεις παραγγείλει·
μ᾽ εμπόδιζες άλλους θεούς στην μάχην ν᾽ αντικρίσω·
820 αλλά την κόρην του Διός, στον πόλεμον αν έλθει,
την Αφροδίτην μου ᾽λεγες με λόγχῃν να κτυπήσω.
Δια τούτο ατός μου ανάμερα καθίζω και των άλλων
Αργείων είπα να σταθούν εδώ συγκεντρωμένοι,
ότι τον Άρην αρχηγόν στην μάχην τώρα βλέπω».
825 Τότε η Γλαυκόφθαλμη θεά του απάντησε και του ᾽πε:
«Ω της καρδιάς μου αγαπητέ Τυδείδη, δια την ώραν
τον Άρην συ μη φοβηθείς μήτε των αθανάτων
κανέναν· αφού βοηθός σου είμαι· κι έλα σπρώξε
τα στερεόποδ᾽ άλογα στον Άρην εναντίον
830 και κτύπα τον από κοντά, σέβας ποσώς μην έχεις
στον μανιακόν, τον πάγκακον, τον άστατον, που πρώτα
της Ήρας έλεγε κι εμού πως θέλει πολεμήσει
τους Τρώας τάχα και βοηθός θα γίνει των Αργείων,
και τώρα τα λησμόνησε κι επήγε με τους Τρώας».
835 Και με το χέρι ετράβηξε τον Σθένελον και τούτος
από τ᾽ αμάξι επήδησε και ανέβηκε αναμμένη
στον θρόνον η Αθηνά σιμά στον θεϊκόν Τυδείδην.
Από το βάρος βρόντησε το δρύινον αξόνι,
ότ᾽ είχε επάνω τρομεράν θεάν κι εξαίσιον άνδρα.
840 Την μάστιγα, τους χαλινούς έχ᾽ η θεά και σπρώχνει
τα στερεόποδ᾽ άλογα στον Άρη εναντίον,
εκεί που τον θεόρατον Περίφαντα Οχησίδην
εγύμνωνε, των Αιτωλών εξαίσιον πολεμάρχον.
Τότε, να γίνει αόρατη στον ανδροφόνον Άρη,
845 στου Άδη εκρύφθη η θεά την περικεφαλαία.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου