οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
70 λέκτρον ἔχοι, Κυθέρεια, τὸ σὸν νῦν νεκρὸς Ἄδωνις·
καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνιαύων
τὸν μετὰ σεῦ ἀνὰ νύκτα τόχ᾽ ἱερὸν ὕπνον ἐμόχθει
παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυγνὸν Ἄδωνιν.
75 βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
ὡς τῆνος τέθνακε, καὶ ἄνθεα πάντα θανόντων.
ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
ὀλλύσθω μύρα πάντα, τὸ σὸν μύρον ὤλετ᾽ Ἄδωνις.
Κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν,
80 ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες,
κειράμενοι χαίτας ἐπ᾽ Ἀδώνιδι. χὠ μὲν ὀιστώς,
ὃς δ᾽ ἐπὶ τόξον ἔβαλλ᾽, ὃς δὲ πτερόν, ὃς δὲ φαρέτραν.
χὠ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἱ δὲ λέβητι
χρυσείῳ φορέοισιν ὕδωρ, ὁ δὲ μηρία λούει,
85 ὃς δ᾽ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
«αἰαῖ τὰν Κυθέρειαν», ἐπαιάζουσιν Ἔρωτες.
Ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος
καὶ στέφος ἐξεκέδασσε γαμήλιον, οὐκέτι δ᾽ «ὑμήν»,
«ὑμήν» οὐκέτ᾽ ἄειδει, ἑὸν μέλος, ἀλλ᾽ ἀεὶ «αἰαῖ».
90 αἰαῖ δ᾽ αὖ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιος
αἱ Χάριτες κλαίοντι τὸν υἱέα τὸν Κινύραο,
«ὤλετο καλὸς Ἄδωνις» ἐν ἀλλάλαισι λέγοισαι.
«αἰαῖ» δ᾽ ὀξὺ λέγοντι πολὺ πλέον ἢ τύ, Διώνα,
χαἰ Μοῖραι, τὸν Ἄδωνιν ἀνακλείοισι δ᾽ ἀφ᾽ Ἅιδα,
95 καί νιν ἐπαείδουσιν, ὃ δέ σφισιν οὐκ ἐπακούει·
οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
Λῆγε γόων, Κυθέρεια, τὸ σάμερον, ἴσχεο κομμῶν·
δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.

***
Μέσα στο λόγγο πια μην κλαις το παλικάρι, Κύπρη·δεν παν για στρώμα του Άδωνη, δεν πάνε τα έρμα φύλλα·
70 και πεθαμένος ο Άδωνης στην κλίνη σου να πέσει·
ωραίος νεκρός· αν και νεκρός, ωραίος· σα να κοιμάται.
Θέσ᾽ τονε μες στα μαλακά στρωσίδια, όπου τις νύχτες
μ᾽ εσένα σ᾽ έρωτα ιερού το μόχτο αγωνιζόταν·
τον Άδωνη, κι ας έσβησε, ποθεί η χρυσή σου η κλίνη.
75 Στεφάνια ρίξε πάνω του, ρίξε άνθη· όλα μαζί του,
καθώς εκείνος πέθανε, και τ᾽ άνθη να πεθάνουν.
Και ραίνε τον με αρώματα, με μύρα της Συρίας·
πάει τ᾽ άρωμά σου ο Άδωνης, ας παν τ᾽ αρώματα όλα.
Ο τρυφερός τώρα Άδωνης σε πορφυρά στρωσίδια
80 κείτεται· γύρω οι Έρωτες τον κλαιν κι αναστενάζουν
και τα μαλλιά τους έκοψαν γι᾽ αυτόν. Και πλάι του θέτουν
άλλος τα βέλη, άλλος φτερό, δοξάρι, σαϊτολόγο.
Το πέδιλο ένας τού ᾽λυσε, μες σε χρυσή λεκάνη
φέρνουν νερό, και την πληγή πλένει ένας, κι άλλος κάνει
85 πιο πέρα για τον Άδωνη με τα φτερά του αέρα.
Κι όλο θρηνούνε οι Έρωτες: «Κυθέρεια, συφορά σου!»
Στη θύρα τις λαμπάδες του ο Υμέναιος έσβησε όλες
και το στεφάνι σκόρπισε του γάμου. «Υμήν» δε λέει,
δε λέει πια το τραγούδι του το «Υμήν», μόνο όλο «Οϊμένα».
90 Κι απ᾽ τον Υμέναιο πιο πολύ κι οι Χάριτες το λένε
και του Κινύρα το παιδί, τον Άδωνη, θρηνούνε.
«Ο ωραίος εχάθηκε Άδωνης» φωνάζει η μια στην άλλη.
«Οϊμένα» σκούζουν πιο γοερά, Διώνη, κι από σένα
κι οι Μοίρες, και τον Άδωνη πίσω απ᾽ τον Άδη κράζουν
95 και με τα ξόρκια τον καλούν, μα αυτός δεν τις ακούει·
όχι πως δε θα το ᾽θελε, δεν τον αφήνει η Κόρη.
Κύπρη, άφησε για σήμερα το μοιρολόι, τους θρήνους·
κι άλλη χρονιά δάκρυα πικρά θα χύσεις, θα τον κλάψεις.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου