Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
ΕΚ. ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
1210 οὐδ᾽ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρώμενοι,
μήτηρ πατρός σοι προστίθησ᾽ ἀγάλματα
τῶν σῶν ποτ᾽ ὄντων· νῦν δέ σ᾽ ἡ θεοστυγὴς
ἀφείλεθ᾽ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
1215 ἔκτεινε καὶ πάντ᾽ οἶκον ἐξαπώλεσεν.
ΧΟ. ἒ ἔ, φρενῶν
ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτ᾽ ὢν
ἀνάκτωρ πόλεως.
ΕΚ. ἃ δ᾽ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ
Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
1220 Φρύγια πέπλων ἀγάλματ᾽ ἐξάπτω χροός.
σύ τ᾽, ὦ ποτ᾽ οὖσα καλλίνικε μυρίων
μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·
ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
1225 κακοῦ τ᾽ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
ΧΟ. αἰαῖ αἰαῖ,
πικρὸν ὄδυρμα γαῖά σ᾽, ὦ
τέκνον, δέξεται.
στέναζε, μᾶτερ ΕΚ. αἰαῖ.
1230 ΧΟ. νεκρῶν ἴακχον. ΕΚ. οἴμοι [μοι].
ΧΟ. οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
ΕΚ. τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σ᾽ ἰάσομαι,
τλήμων ἰατρός, ὄνομ᾽ ἔχουσα, τἄργα δ᾽ οὔ·
τὰ δ᾽ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
1235 ΧΟ. ἄρασσ᾽ ἄρασσε [χειρὶ] κρᾶτα
πιτύλους διδοῦσα χειρός·
ἰώ μοί μοι.
ΕΚ. ὦ φίλταται γυναῖκες…
ΧΟ. Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
1240 ΕΚ. οὐκ ἦν ἄρ᾽ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δ᾽ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνηθεῖμεν ἂν
1245 μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
χωρεῖτε, θάπτετ᾽ ἀθλίῳ τύμβῳ νεκρόν·
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
1250 κενὸν δὲ γαύρωμ᾽ ἐστὶ τῶν ζώντων τόδε.
ΧΟ. ἰὼ ἰώ·
μελέα μάτηρ, ἣ τὰς μεγάλας
ἐλπίδας ἐπὶ σοὶ κατέκναψε βίου.
μέγα δ᾽ ὀλβισθεὶς ὡς ἐκ πατέρων
ἀγαθῶν ἐγένου,
1255 δεινῷ θανάτῳ διόλωλας.
ἔα ἔα·
τίνας Ἰλιάσιν τούσδ᾽ ἐν κορυφαῖς
λεύσσω φλογέας δαλοῖσι χέρας
διερέσσοντας; μέλλει Τροίᾳ
καινόν τι κακὸν προσέσεσθαι.
μήτηρ πατρός σοι προστίθησ᾽ ἀγάλματα
τῶν σῶν ποτ᾽ ὄντων· νῦν δέ σ᾽ ἡ θεοστυγὴς
ἀφείλεθ᾽ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
1215 ἔκτεινε καὶ πάντ᾽ οἶκον ἐξαπώλεσεν.
ΧΟ. ἒ ἔ, φρενῶν
ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτ᾽ ὢν
ἀνάκτωρ πόλεως.
ΕΚ. ἃ δ᾽ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ
Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
1220 Φρύγια πέπλων ἀγάλματ᾽ ἐξάπτω χροός.
σύ τ᾽, ὦ ποτ᾽ οὖσα καλλίνικε μυρίων
μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·
ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
1225 κακοῦ τ᾽ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
ΧΟ. αἰαῖ αἰαῖ,
πικρὸν ὄδυρμα γαῖά σ᾽, ὦ
τέκνον, δέξεται.
στέναζε, μᾶτερ ΕΚ. αἰαῖ.
1230 ΧΟ. νεκρῶν ἴακχον. ΕΚ. οἴμοι [μοι].
ΧΟ. οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
ΕΚ. τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σ᾽ ἰάσομαι,
τλήμων ἰατρός, ὄνομ᾽ ἔχουσα, τἄργα δ᾽ οὔ·
τὰ δ᾽ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
1235 ΧΟ. ἄρασσ᾽ ἄρασσε [χειρὶ] κρᾶτα
πιτύλους διδοῦσα χειρός·
ἰώ μοί μοι.
ΕΚ. ὦ φίλταται γυναῖκες…
ΧΟ. Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
1240 ΕΚ. οὐκ ἦν ἄρ᾽ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δ᾽ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνηθεῖμεν ἂν
1245 μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
χωρεῖτε, θάπτετ᾽ ἀθλίῳ τύμβῳ νεκρόν·
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
1250 κενὸν δὲ γαύρωμ᾽ ἐστὶ τῶν ζώντων τόδε.
ΧΟ. ἰὼ ἰώ·
μελέα μάτηρ, ἣ τὰς μεγάλας
ἐλπίδας ἐπὶ σοὶ κατέκναψε βίου.
μέγα δ᾽ ὀλβισθεὶς ὡς ἐκ πατέρων
ἀγαθῶν ἐγένου,
1255 δεινῷ θανάτῳ διόλωλας.
ἔα ἔα·
τίνας Ἰλιάσιν τούσδ᾽ ἐν κορυφαῖς
λεύσσω φλογέας δαλοῖσι χέρας
διερέσσοντας; μέλλει Τροίᾳ
καινόν τι κακὸν προσέσεσθαι.
***
Οι γυναίκες ξανάρχονται με νεκροστολίσματα.ΚΟΡ. Νά, λάφυρα τρωαδίτικα οι γυναίκες
κρατούν, για νεκροστόλισμα τα φέρνουν.
ΕΚΑ. Παιδί μου, του πατέρα σου η μητέρα
προσφέρνει αυτά σ᾽ εσένα· όχι γιατί
τους συνομήλικούς σου έχεις νικήσει
1210 σε αγώνες ιππικούς ή αγώνες τόξων,
που τους τιμούν με μέτρο οι Τρωαδίτες·
δώρα από βιος δικό σου· μα η Ελένη
σου τ᾽ άρπαξε όλα πια η καταραμένη,
κοντά σ᾽ αυτά και τη ζωή σού πήρε
κι όλο το σπιτικό σου έχει ρημάξει.
ΧΟΡ. Την καρδιά μού ᾽χεις αγγίξει, την καρδιά·
οχ οϊμένα,
που προσμέναμε σ᾽ εσένα
το μεγάλο της πατρίδας βασιλιά.
ΕΚΑ. Με τα λαμπρά τρωικά φορέματα, όσα
θα ταίριαζε στο γάμο σου να βάλεις,
που θα ᾽παιρνες την πρώτη της Ασίας,
1220 μ᾽ αυτά στολίζω τώρα το κορμί σου.
Κι ω ασπίδα του Έχτορά μου αγαπημένη,
χίλιων τροπαίων καλλίνικη μητέρα,
δέξου από μένα τούτο το στεφάνι·
στο θάνατο θα πας, κι ας μην πεθαίνεις,
μ᾽ αυτό μας το νεκρό· γιατί σου αξίζει
εσέ τιμή, που δεν αξίζει στα όπλα
του κακού και παμπόνηρου Οδυσσέα.
ΧΟΡ. Μες στον κόρφο της η γη
θα σε κλείσει,
δύστυχο, αχ,
ω πικρών δακρύων η βρύση.
Θρήνησε, κυρούλα, πες…
ΕΚΑ. Συφορά!
ΧΟΡ. μοιρολόι πικρό.
1230 ΕΚΑ. Ω καημέ!
ΧΟΡ. Ναι, καημένη.
Χαροκάηκες, αχ, οϊμέ.
ΕΚΑ. Σου δένω τις πληγές, έρμος γιατρός,
που τ᾽ όνομα έχει, μα όχι και τη χάρη·
και κάτω κει θα σε γνοιαστεί ο γονιός σου.
ΧΟΡ. Δίνε με τα χέρια
τη χτυπιά
μια πάνω στην άλλη
σα με δυο κουπιά
στ᾽ άμοιρό σου το κεφάλι.
Μικρή διακοπή· η Εκάβη βυθίζεται σε σκέψη· ύστερ᾽ από λίγο μιλεί κάπως πιο ήρεμα.
ΕΚΑ. Αγαπητές μου…
ΧΟΡ. Είμαστ᾽, Εκάβη, δικές σου,
πες μας τί θέλεις.
1240 ΕΚΑ. Δεν είχαν οι θεοί λοιπόν άλλη έγνοια,
παρά μονάχα εμάς να τυραννούν,
ένα ήτανε το μίσος τους, η Τροία,
κι ανώφελα τους κάναμε θυσίες.
Μα τ᾽ όνομά μας, αν συθέμελα έτσι
δε μας βούλιαζε η τύχη, θα χανόταν,
δε θα ᾽γραφαν για μας τραγούδια και ύμνους,
που θα τα λεν γενιές μελλοντικές.
Στους στρατιώτες.
Σύρτε, θάψτε το εσείς στον κρύο του τάφο·
το νεκροστόλισμα έγινε, όσο πρέπει.
Λίγο τούς γνοιάζει τους νεκρούς αν πλούσια
θα τους προσφέρουν δώρα· αυτά ειναι, λέω,
1250 των ζωντανών ανόητες ξιπασιές.
Οι στρατιώτες παίρνουν το νεκρό πάνω στην ασπίδα και φεύγουν.
ΚΟΡ. Αχ η δύστυχη μάνα σου,
που μ᾽ εσένα οι τρανές της ζωής της βουλιάξαν ελπίδες.
Σε μακάριζαν που ήσουν βλαστάρι μεγάλης γενιάς,
αχ και μ᾽ άσπλαχνο θάνατο πήγες.
Στο βάθος, πάνω στα τείχη, πηγαινοέρχονται στρατιώτες με αναμμένα δαδιά στα χέρια.
Γιά κοιτάξτε, κοιτάξτε·
ποιοί ειν᾽ αυτοί
που εκεί πάνω στης Τροίας τις σκεπές
αναμμένα στα χέρια τους παίζουν δαδιά;
Κι άλλο τώρα κακό θα χτυπήσει την πόλη.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου