ὑμῖν τ᾽ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα
580 κἀμοί. τὸ δ᾽ εὖ μάλιστά γ᾽ οὕτω γίγνεται,
εἰ πᾶσι ταὐτὸν πρᾶγμ᾽ ἀρεσκόντως ἔχει.
θέλοις ἄν, εἰ σώσαιμί σ᾽, ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τ᾽ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
585 ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
φονέα νομίζων χεῖρα, τοῦ νόμου δ᾽ ὕπο
θνήσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι᾽ ἡγουμένης;
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις, τὰς ‹τ᾽› ἐμὰς ἐπιστολὰς
590 πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
σὺ δ᾽—εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω—
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβὼν,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
595 οὗτος δ᾽, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
ΟΡ. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
τὸ γὰρ σφαγῆναι τόνδε μοὶ βάρος μέγα.
ὁ ναυστολῶν γάρ εἰμ᾽ ἐγὼ τὰς συμφοράς,
600 οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
οὔκουν δίκαιον ἐπ᾽ ὀλέθρῳ τῷ τοῦδ᾽ ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
ἀλλ᾽ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
605 ἡμᾶς δ᾽ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσῳσται. τυγχάνει δ᾽ ὅδ᾽ ὢν φίλος,
ὃν οὐδὲν ἧσσον ἢ ᾽μὲ φῶς ὁρᾶν θέλω.
ΙΦ. ὦ λῆμ᾽ ἄριστον, ὡς ἀπ᾽ εὐγενοῦς τινος
610 ῥίζης πέφυκας τοῖς φίλοις τ᾽ ὀρθῶς φίλος.
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ᾽ ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσ᾽ οὐχ ὁρῶσά νιν.
ἐπεὶ δὲ βούλει ταῦτα, τόνδε πέμψομεν
615 δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις
προθυμία σε τοῦδ᾽ ἔχουσα τυγχάνει.
580 κἀμοί. τὸ δ᾽ εὖ μάλιστά γ᾽ οὕτω γίγνεται,
εἰ πᾶσι ταὐτὸν πρᾶγμ᾽ ἀρεσκόντως ἔχει.
θέλοις ἄν, εἰ σώσαιμί σ᾽, ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τ᾽ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
585 ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
φονέα νομίζων χεῖρα, τοῦ νόμου δ᾽ ὕπο
θνήσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι᾽ ἡγουμένης;
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις, τὰς ‹τ᾽› ἐμὰς ἐπιστολὰς
590 πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
σὺ δ᾽—εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω—
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβὼν,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
595 οὗτος δ᾽, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
ΟΡ. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
τὸ γὰρ σφαγῆναι τόνδε μοὶ βάρος μέγα.
ὁ ναυστολῶν γάρ εἰμ᾽ ἐγὼ τὰς συμφοράς,
600 οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
οὔκουν δίκαιον ἐπ᾽ ὀλέθρῳ τῷ τοῦδ᾽ ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
ἀλλ᾽ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
605 ἡμᾶς δ᾽ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσῳσται. τυγχάνει δ᾽ ὅδ᾽ ὢν φίλος,
ὃν οὐδὲν ἧσσον ἢ ᾽μὲ φῶς ὁρᾶν θέλω.
ΙΦ. ὦ λῆμ᾽ ἄριστον, ὡς ἀπ᾽ εὐγενοῦς τινος
610 ῥίζης πέφυκας τοῖς φίλοις τ᾽ ὀρθῶς φίλος.
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ᾽ ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσ᾽ οὐχ ὁρῶσά νιν.
ἐπεὶ δὲ βούλει ταῦτα, τόνδε πέμψομεν
615 δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις
προθυμία σε τοῦδ᾽ ἔχουσα τυγχάνει.
***
ΙΦΙ. Ακούστε, ξένοι· κάποια σκέψη μού ήρθε,ωφέλιμη για σας, μα και για μένα.
580Κι η ωφέλεια τότε δα καλύτερη είναι,
όταν αρέσει σε όλους το ίδιο πράγμα.
Θα ᾽θελες, αν ελεύθερο σ᾽ αφήσω,
να δώσεις στο Άργος, στους εκεί δικούς μου,
ένα από μένα μήνυμα, ένα γράμμα;
Το ᾽γραψε ένας αιχμάλωτος, που με είχε
συμπονέσει, γιατ᾽ ήξερε αυτός ότι
δε δίνει φόνο το δικό μου χέρι,
πως το έθιμο τα θύματα ζητάει
της θεάς, που τέτοια πράξη ορθή την κρίνει.
Δεν είχα όμως κανέναν που να πάει
στ᾽ Αργός ξανά μ᾽ αυτό μου το μαντάτο
590και, αφού σωθεί, το γράμμα μου να δώσει
σ᾽ ένα δικό μου. Εσύ, μια κι είσαι, ως δείχνεις,
από γενιά, και ξέρεις τη Μυκήνα
κι αυτόν που θέλω, σώσε τη ζωή σου·
θα λάβεις πλερωμή που αξίζει: για ένα
γράμμα, βάρος μικρό, τη σωτηρία.
Κι αυτός, αφού τ᾽ ορίζει η πόλη, ας μείνει
χώρια από σε, της θεάς να γίνει θύμα.
ΟΡΕ. Όσα είπες, όλα ωραία, εχτός από ένα·
τούτου η σφαγή είν᾽ αβάσταχτη για μένα.
Το πλοίο των συμφορών το ᾽χω αρματώσει
600εγώ· κι αυτός συνταξιδεύει μόνο
για βοηθός μου. Λοιπόν δεν είναι δίκιο,
με το χαμό του φίλου για όρο, χάρες
να κάνω κι έτσι εγώ να ξεγλιστρήσω.
Μα ας γίνει αλλιώς· σ᾽ αυτόν το γράμμα δώσε·
στ᾽ Αργός θα πάει, κι ό,τι ζητάς θα το ᾽χεις·
κι εμένα ας με σκοτώσει όποιος το θέλει·
Πολλή ντροπή, τους φίλους σου να ρίχνεις
σε συμφορές και να γλιτώνεις ο ίδιος!
Κι η ζωή ενός φίλου όπως αυτός δεν είναι
λιγότερο ακριβή από τη δική μου.
ΙΦΙ. Ω ευγενικιά ψυχή! Μεγάλης ρίζας
610θα ᾽σαι βλαστός· στους φίλους τέλειος φίλος·
μακάρι κι ο αδερφός που᾽ χω αφησμένον
να σου μοιάζει· γιατί και εγώ έχω, ξένοι,
αδερφό, που μονάχα δεν τον βλέπω.
Κι αφού το θέλεις, τούτον με το γράμμα
θα στείλουμε, κι εσύ ας πεθάνεις· τόση
αφού σ᾽ αυτό έχεις κιόλας προθυμία.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου