Δευτέρα 30 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (802-849)

ΚΑ. ὡς ἡδὺ πράττειν, ὦνδρές, ἐστ᾽ εὐδαιμόνως,
καὶ ταῦτα μηδὲν ἐξενεγκόντ᾽ οἴκοθεν.
ἡμῖν γὰρ ἀγαθῶν σωρὸς εἰς τὴν οἰκίαν
805a ἐπεισπέπαικεν οὐδὲν ἠδικηκόσιν.
805b οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.
ἡ μὲν σιπύη μεστή ᾽στι λευκῶν ἀλφίτων,
οἱ δ᾽ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
ἅπαντα δ᾽ ἡμῖν ἀργυρίου καὶ χρυσίου
τὰ σκευάρια πλήρη ᾽στίν, ὥστε θαυμάσαι.
810 τὸ φρέαρ δ᾽ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι
μύρου γέμουσι, τὸ δ᾽ ὑπερῷον ἰσχάδων.
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ᾽ ὁρᾶν.
815 ὁ δ᾽ ἰπνὸς γέγον᾽ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
στατῆρσι δ᾽ οἱ θεράποντες ἀρτιάζομεν
χρυσοῖς· ἀποψώμεσθα δ᾽ οὐ λίθοις ἔτι,
ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ
820 ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος,
ἐμὲ δ᾽ ἐξέπεμψεν ὁ καπνός· οὐχ οἷός τε γὰρ
ἔνδον μένειν ἦν· ἔδακνε γὰρ τὰ βλέφαρά μου.
ΔΙΚΑΙΟΣ
ἕπου μετ᾽ ἐμοῦ, παιδάριον, ἵνα πρὸς τὸν θεὸν
ἴωμεν. ΚΑ. ἔα, τίς ἐσθ᾽ ὁ προσιὼν οὑτοσί;
825 ΔΙ. ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ᾽ εὐτυχής.
ΚΑ. δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
ΔΙ. μάλιστ᾽. ΚΑ. ἔπειτα τοῦ δέει; ΔΙ. πρὸς τὸν θεὸν
ἥκω. μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
830 λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
ΚΑ. ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
ΔΙ. κομιδῇ μὲν οὖν. ΚΑ. οὐκοῦν μετὰ ταῦτ᾽ ἦσθ᾽ ἄθλιος.
ΔΙ. κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
835 εὐεργέτησα δεομένους ἕξειν φίλους
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·
οἱ δ᾽ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ᾽ ἔτι.
ΚΑ. καὶ κατεγέλων γ᾽ εὖ οἶδ᾽ ὅτι. ΔΙ. κομιδῇ μὲν οὖν·
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ᾽ ἀπώλεσεν.
840 ἀλλ᾽ οὐχὶ νῦν. ἀνθ᾽ ὧν ἐγὼ πρὸς τὸν θεὸν
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
ΚΑ. τὸ τριβώνιον δὲ τί δύναται, πρὸς τῶν θεῶν,
ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.
ΔΙ. καὶ τοῦτ᾽ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
845 ΚΑ. μῶν οὖν ἐμυήθης δῆτ᾽ ἐν αὐτῷ τὰ μεγάλα;
ΔΙ. οὔκ, ἀλλ᾽ ἐνερρίγωσ᾽ ἔτη τριακαίδεκα.
ΚΑ. τὰ δ᾽ ἐμβάδια; ΔΙ. καὶ ταῦτα συνεχειμάζετο.
ΚΑ. καὶ ταῦτ᾽ ἀναθήσων ἔφερες οὖν; ΔΙ. νὴ τὸν Δία.
ΚΑ. χαρίεντά γ᾽ ἥκεις δῶρα τῷ θεῷ φέρων.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου