Κυριακή 29 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (771-801)

ΠΛ. καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
χώραν τε πᾶσαν Κέκροπος ἥ μ᾽ ἐδέξατο.
αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
775 οἵοις ἄρ᾽ ἀνθρώποις ξυνὼν ἐλάνθανον,
τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
ἔφευγον, εἰδὼς οὐδέν. ὦ τλήμων ἐγώ,
ὡς οὔτ᾽ ἐκεῖν᾽ ἄρ᾽ οὔτε ταῦτ᾽ ὀρθῶς ἔδρων.
ἀλλ᾽ αὖ τὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ
780 δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι
ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.
ΧΡ. βάλλ᾽ ἐς κόρακας. ὡς χαλεπόν εἰσιν οἱ φίλοι
οἱ φαινόμενοι παραχρῆμ᾽ ὅταν πράττῃ τις εὖ.
νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
785 ἐνδεικνύμενος ἕκαστος εὔνοιάν τινα.
ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
ΓΥ. ὦ φίλτατ᾽ ἀνδρῶν, καὶ σὺ καὶ σύ, χαίρετον.
φέρε νυν, —νόμος γάρ ἐστι—, τὰ καταχύσματα
790 ταυτὶ καταχέω σου λαβοῦσα. ΠΛ. μηδαμῶς.
ἐμοῦ γὰρ εἰσιόντος εἰς τὴν οἰκίαν
πρώτιστ᾽ ἀναβλέψαντος οὐδὲν ἐκφέρειν
πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον εἰσφέρειν.
ΓΥ. εἶτ᾽ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
795 ΠΛ. ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος.
ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
προβαλόντ᾽, ἐπὶ τούτοις εἶτ᾽ ἀναγκάζειν γελᾶν.
800 ΓΥ. εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γ᾽ οὑτοσὶ
ἀνίσταθ᾽ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου