Παρασκευή 3 Φεβρουαρίου 2023

Ανθολόγιο Αττικής Πεζογραφίας

ΙΣΟΚΡΑΤΗΣ, ΦΙΛΙΠΠΟΣ

ΙΣΟΚΡ 5.30–38

Προτροπή να αναλάβει ο Φίλιππος τη συμφιλίωση Άργους, Σπάρτης, Θήβας και Αθήνας

Δύο χρόνια μετά την υπογραφή της "ειρήνης του Φιλοκράτη" (346 π.Χ.) ο Ισοκράτης, έστειλε την παρακάτω επιστολή στον Φίλιππο. Ήδη από την αρχή της ο ρήτορας χαρακτήρισε τη συνθήκη ως ένα θετικό βήμα για την πραγματοποίηση της πανελλήνιας ιδέας, με την ένωση των Ελλήνων υπό τον Φίλιππο σε έναν κοινό αγώνα κατά των Περσών. Αφού κάλεσε τον Μακεδόνα βασιλιά να μελετήσει προσεκτικά τις προτάσεις του, αγνοώντας τις ενστάσεις όσων έβλεπαν στο πρόσωπό του έναν απλό κατακτητή, αλλά και παραβλέποντας τις αδυναμίες του επιστολικού λόγου σε σχέση με τον ρητορικό, συνεχίζει:


[30] Ἃ μὲν ἐβουλόμην σοι προειρῆσθαι, ταῦτ’ ἐστίν.
περὶ δ’ αὐτῶν τῶν πραγμάτων ἤδη ποιήσομαι τοὺς λόγους.

Φημὶ γὰρ χρῆναί σε τῶν μὲν ἰδίων μηδενὸς ἀμελῆσαι,
πειραθῆναι δὲ διαλλάξαι τήν τε πόλιν τὴν Ἀργείων καὶ τὴν
Λακεδαιμονίων καὶ τὴν Θηβαίων καὶ τὴν ἡμετέραν. ἢν
γὰρ ταύτας συστῆσαι δυνηθῇς, οὐ χαλεπῶς καὶ τὰς ἄλλας
ὁμονοεῖν ποιήσεις· [31] ἅπασαι γάρ εἰσιν ὑπὸ ταῖς εἰρημέ-
ναις, καὶ καταφεύγουσιν, ὅταν φοβηθῶσιν, ἐφ’ ἣν ἂν
τύχωσι τούτων, καὶ τὰς βοηθείας ἐντεῦθεν λαμβάνουσιν.
ὥστ’ ἐὰν τέτταρας μόνον πόλεις εὖ φρονεῖν πείσῃς, καὶ
τὰς ἄλλας πολλῶν κακῶν ἀπαλλάξεις.

[32] Γνοίης δ’ ἂν ὡς οὐδεμιᾶς σοι προσήκει τούτων
ὀλιγωρεῖν, ἢν ἀνενέγκῃς αὐτῶν τὰς πράξεις ἐπὶ τοὺς
σοὺς προγόνους· εὑρήσεις γὰρ ἑκάστῃ πολλὴν φιλίαν
πρὸς ὑμᾶς καὶ μεγάλας εὐεργεσίας ὑπαρχούσας. Ἄργος
μὲν γάρ ἐστί σοι πατρὶς, ἧς δίκαιον τοσαύτην σε ποιεῖσθαι
πρόνοιαν ὅσην περ τῶν γονέων τῶν σαυτοῦ· Θηβαῖοι δὲ τὸν
ἀρχηγὸν τοῦ γένους ὑμῶν τιμῶσι καὶ ταῖς προσόδοις καὶ
ταῖς θυσίαις μᾶλλον ἢ τοὺς θεοὺς τοὺς ἄλλους· [33] Λακε-
δαιμόνιοι δὲ τοῖς ἀπ’ ἐκείνου γεγονόσι καὶ τὴν βασιλείαν
καὶ τὴν ἡγεμονίαν εἰς ἅπαντα τὸν χρόνον δεδώκασι· τὴν
δὲ πόλιν τὴν ἡμετέραν φασίν, οἷς περὶ τῶν παλαιῶν πιστεύ-
ομεν, Ἡρακλεῖ μὲν συναιτίαν γενέσθαι τῆς ἀθανασίας
(ὃν δὲ τρόπον, σοὶ μὲν αὖθις πυθέσθαι ῥᾴδιον, ἐμοὶ δὲ
νῦν εἰπεῖν οὐ καιρός), τοῖς δὲ παισὶ τοῖς ἐκείνου τῆς
σωτηρίας. [34] μόνη γὰρ ὑποστᾶσα τοὺς μεγίστους κιν-
δύνους πρὸς τὴν Εὐρυσθέως δύναμιν ἐκεῖνόν τε τῆς
ὕβρεως ἔπαυσε, καὶ τοὺς παῖδας τῶν φόβων τῶν ἀεὶ
παραγιγνομένων αὐτοῖς ἀπήλλαξεν. ὑπὲρ ὧν οὐ μόνον
τοὺς τότε σωθέντας δίκαιον ἦν ἡμῖν χάριν ἔχειν, ἀλλὰ καὶ
τοὺς νῦν ὄντας· διὰ γὰρ ἡμᾶς καὶ ζῶσι καὶ τῶν ὑπαρχόν-
των ἀγαθῶν ἀπολαύουσι· μὴ γὰρ σωθέντων ἐκείνων οὐδὲ
γενέσθαι τὸ παράπαν ὑπῆρχεν αὐτοῖς.

[35] Τοιούτων οὖν ἁπασῶν τῶν πόλεων γεγενημένων
ἔδει μὲν μηδέποτέ σοι μηδὲ πρὸς μίαν αὐτῶν γενέσθαι
διαφοράν· ἀλλὰ γὰρ ἅπαντες πλείω πεφύκαμεν ἐξαμαρ-
τάνειν ἢ κατορθοῦν. ὥστε τὰ μὲν πρότερον γεγενημένα
κοινὰ θεῖναι δίκαιόν ἐστιν· εἰς δὲ τὸν ἐπίλοιπον χρόνον
φυλακτέον ὅπως μηδὲν συμβήσεταί σοι τοιοῦτον, καὶ σκεπ-
τέον τί ἂν ἀγαθὸν αὐτὰς ἐργασάμενος φανείης ἄξια καὶ
σαυτοῦ καὶ τῶν ἐκείναις πεπραγμένων πεποιηκώς.
[36] ἔχεις δὲ καιρόν· ἀποδιδόντα γάρ σε χάριν ὧν ὤφειλες
ὑπολήψονται διὰ τὸ πλῆθος τοῦ χρόνου τοῦ μεταξὺ προϋ-
πάρχειν τῶν εὐεργεσιῶν. καλὸν δ’ ἐστὶ δοκεῖν μὲν τὰς
μεγίστας τῶν πόλεων εὖ ποιεῖν, μηδὲν δ’ ἧττον ἑαυτὸν ἢ
’κείνας ὠφελεῖν. [37] χωρὶς δὲ τούτων, εἰ πρός τινας αὐτῶν
ἀηδές τί σοι συμβέβηκεν, ἅπαντα ταῦτα διαλύσεις· αἱ γὰρ
ἐν τοῖς παροῦσι καιροῖς εὐεργεσίαι λήθην ἐμποιήσουσι τῶν
πρότερον ὑμῖν εἰς ἀλλήλους πεπλημμελημένων. ἀλλὰ μὴν
κἀκεῖνο φανερόν, ὅτι πάντες ἄνθρωποι τούτων πλείστην
μνείαν ἔχουσιν, ὑφ’ ὧν ἂν ἐν ταῖς συμφοραῖς εὖ πάθωσιν.
[38] ὁρᾷς δ’ ὡς τεταλαιπώρηνται διὰ τὸν πόλεμον, καὶ ὡς
παραπλησίως ἔχουσι τοῖς ἰδίᾳ μαχομένοις. καὶ γὰρ ἐκείνους
αὐξανομένης μὲν τῆς ὀργῆς οὐδεὶς ἂν διαλλάξειεν· ἐπὴν δὲ
κακῶς ἀλλήλους διαθῶσιν, οὐδενὸς διαλύοντος αὐτοὶ διέ-
στησαν. ὅπερ οἶμαι καὶ ταύτας ποιήσειν, ἢν μὴ σὺ πρότερον
αὐτῶν ἐπιμεληθῇς.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου