ἀμφιχυθεὶς πατέρ᾽ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων.
215 ἀμφοτέροισι δὲ τοῖσιν ὑφ᾽ ἵμερος ὦρτο γόοιο·
κλαῖον δὲ λιγέως, ἁδινώτερον ἤ τ᾽ οἰωνοί,
φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
ὣς ἄρα τοί γ᾽ ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβον.
220 καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα·
«ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.»
225 Τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
«τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
Φαίηκές μ᾽ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται·
καί μ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
230 κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν.
καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
νῦν αὖ δεῦρ᾽ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
235 ἀλλ᾽ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
ὄφρα ἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ᾽ ἀντιφέρεσθαι
μούνω ἄνευθ᾽ ἄλλων, ἦ καὶ διζησόμεθ᾽ ἄλλους.»
240 Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
χεῖράς τ᾽ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
ἀλλὰ λίην μέγα εἶπες· ἄγη μ᾽ ἔχει· οὐδέ κεν εἴη
ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
245 μνηστήρων δ᾽ οὔτ᾽ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ᾽ οἶαι,
ἀλλὰ πολὺ πλέονες· τάχα δ᾽ εἴσεαι ἐνθάδ᾽ ἀριθμόν.
ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
ἐκ δὲ Σάμης πίσυρες τε καὶ εἴκοσι φῶτες ἔασιν,
250 ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
ἐκ δ᾽ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
καί σφιν ἅμ᾽ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
255 μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
ἀλλὰ σύ γ᾽, εἰ δύνασαί τιν᾽ ἀμύντορα μερμηρίξαι,
φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.»
Τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
«τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
260 καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
ἀρκέσει, ἦέ τιν᾽ ἄλλον ἀμύντορα μερμηρίξω.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«ἐσθλώ τοι τούτω γ᾽ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
265 ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.»

***
Μιλώντας, υποχώρησε και κάθησε, αλλά ο Τηλέμαχοςχύθηκε πάνω του οδυρόμενος, και βουρκωμένος τώρα τον αγκάλιασε.
Τότε τους συνεπήρε και τους δυο του θρήνου ο ίμερος·
σπαραχτικά θρηνούσαν, πιο δυνατά κι από πουλιά,
σαν αετοί, γύπες γαμψώνυχοι, που τα μικρά τους
κυνηγοί τούς άρπαξαν, προτού ξεπεταρίσουν·
τόσο πικρό και το δικό τους δάκρυ από τα βλέφαρά τους κύλησε.
220 Και θα μπορούσε ο οδυρμός τους να κρατήσει ώσπου να δύσει ο ήλιος,
αν ο Τηλέμαχος δεν προσφωνούσε τον πατέρα του:
«Με ποιο καράβι, αγαπημένε μου πατέρα, ποιοι ναυτικοί
σ᾽ έφεραν στην Ιθάκη; για ποια γενιά καμάρωναν;
Φαντάζομαι δεν έφτασες στα μέρη μας πεζός.»
Αμέσως του αποκρίθηκε βασανισμένος ο Οδυσσέας και θείος:
«Παιδί μου, την αλήθεια θέλω να σου πω·
οι Φαίακες, θαλασσινοί διάσημοι, μ᾽ οδήγησαν — ξεπροβοδούν αυτοί
κι άλλους πολλούς, όποιον πατήσει στο νησί τους.
Στον ύπνο βυθισμένο, από το πέλαγος με πέρασαν σε γρήγορο καράβι,
230 και στην Ιθάκη μ᾽ άφησαν. Μου χάρισαν δώρα λαμπρά,
χαλκό, μαλάματα πολλά, φαντά φορέματα,
που από τη φώτιση θεού βρίσκονται τώρα ασφαλισμένα στη σπηλιά.
Κι έφτασα εδώ με σύσταση της Αθηνάς,
να αποφασίσουμε μαζί τον φόνο των εχθρών μας.
Έλα λοιπόν, λογάριασε και μέτρησέ μου τους μνηστήρες,
να μάθω τον αριθμό τους πρώτα και το σόι τους·
μετά, ζυγίζοντας το πράγμα στο καθαρό μυαλό μου,
αποφασίζω αν οι δυο μπορούμε να τα βάλουμε μαζί τους,
μόνοι μας, δίχως άλλους, ή μήπως πρέπει να γυρέψουμε
βοήθεια απ᾽ αλλού.»
240 Ευθύς του ανταποκρίθηκε ο συνετός Τηλέμαχος:
«Πατέρα, είχα από πάντα ακουστά το μεγαλείο της φήμης σου,
πως είσαι ακοντιστής δεινός, πως παίρνεις ζυγισμένες αποφάσεις.
Όμως αυτό που λες πάει πολύ (με πιάνει αλήθεια δέος),
πως είναι δυνατόν οι δυο να αγωνιστούμε με πολλούς γενναίους.
Γιατί δεν είναι οι μνηστήρες μόνο δέκα ή δυο φορές το δέκα·
είναι πολλοί και πολλαπλάσιοι — άκου να δεις τώρα τον αριθμό τους:
απ᾽ το Δουλίχιο πενήντα δύο νέοι διαλεχτοί
που τους ακολουθούνε κι έξι παραγιοί·
250 από τη Σάμη είκοσι τέσσερις, είκοσι απ᾽ τη Ζάκυνθο
των Αχαιών βλαστοί· μέσα από την Ιθάκη δώδεκα, οι καλύτεροι —
μαζί τους ο κήρυκας ο Μέδων, ο θείος αοιδός
και δυο θεράποντες που ξέρουν να λιανίζουν κρέατα.
Ανίσως τους πετύχουμε όλους αυτούς μέσα στο σπίτι,
μήπως, πηγαίνοντας εκεί, σου βγει πικρή κι ανάποδη
η εκδίκηση για τα παράνομά τους έργα.
Γι᾽ αυτό, αν μπορούσες να σκεφτείς κάποιον να μας παρασταθεί,
στοχάσου ποιος θα ᾽ταν σε θέση να σταθεί στο πλάι μας
με προθυμία και θάρρος.»
Γύρισε τότε και του μίλησε βασανισμένος ο Οδυσσέας και θείος:
«Και βέβαια θα σου πω· άκουσε εσύ, κι ας το δουλέψει ο νους σου·
260 σκέψου αν αρκούν σ᾽ εμάς τους δυο η Αθηνά με τον πατέρα της τον Δία,
ή θα ᾽πρεπε να σοφιστώ και κάποιον άλλον παραστάτη.»
Ο φρόνιμος Τηλέμαχος αμέσως του αποκρίθηκε:
«Μεγάλοι κι άξιοι οι δύο παραστάτες που ονομάτισες,
κι ας κατοικούν εκεί ψηλά στα νέφη· η δύναμή τους επιβάλλεται
και στους θνητούς ανθρώπους και στους αθάνατους θεούς.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου