καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Τέκνα φίλ᾽, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν·
80 ἀνδρῶν δ᾽ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον·
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
85 καὶ Λιβύην, ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
τυροῦ καὶ κρειῶν, οὐδὲ γλυκεροῖο γάλακτος,
ἀλλ᾽ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
90 ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνε
λάθρῃ, ἀνωϊστί, δόλῳ οὐλομένης ἀλόχοιο·
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
καὶ πατέρων τάδε μέλλετ᾽ ἀκουέμεν, οἵ τινες ὑμῖν
95 εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
ναίειν, οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι, οἳ τότ᾽ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ, ἑκὰς Ἄργεος ἱπποβότοιο.
100 ἀλλ᾽ ἔμπης, πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ᾽ αὖτε
παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
105 ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ᾽ ἐμόγησεν
ὅσσ᾽ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ᾽ ἄρ᾽ ἔμελλεν
αὐτῷ κήδε᾽ ἔσεσθαι, ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄλαστον
κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
110 ζώει ὅ γ᾽ ἦ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν
Λαέρτης θ᾽ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
Τηλέμαχός θ᾽, ὃν λεῖπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ.»
Ὣς φάτο, τῷ δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο,
δάκρυ δ᾽ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
115 χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖϊν ἀνασχὼν
ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι,
ἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
120 Ἧος ὁ ταῦθ᾽ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἐκ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐϊκυῖα.
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
125 Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι᾽ ἐνὶ Θήβῃς
Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
ὃς Μενελάῳ δῶκε δύ᾽ ἀργυρέας ἀσαμίνθους,
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
130 χωρὶς δ᾽ αὖ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
χρυσέην τ᾽ ἠλακάτην τάλαρόν θ᾽ ὑπόκυκλον ὄπασσεν
ἀργύρεον, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράαντο.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ᾽ αὐτῷ
135 ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
ἕζετο δ᾽ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
αὐτίκα δ᾽ ἥ γ᾽ ἔπεσσι πόσιν ἐρέεινεν ἕκαστα·
«Ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
140 ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα, σέβας μ᾽ ἔχει εἰσορόωσαν,
ὡς ὅδ᾽ Ὀδυσσῆος μεγαλήτορος υἷϊ ἔοικε,
Τηλεμάχῳ, τὸν λεῖπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ
145 κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοὶ
ἤλθεθ᾽ ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες.»

***
Αλλά άκουσε ο ξανθός Μενέλαος τον θαυμασμό του,και του αντιμίλησε με λόγια που πετούσαν σαν πουλιά:
«Αγαπημένα μου παιδιά, δεν πρέπει ένας θνητός
ν᾽ ανταγωνίζεται τον Δία, γιατί είναι αθάνατα τα κτίσματα,
αθάνατα και τα αποκτήματά του.
80 Ίσως μπορούσε κάποιος άνθρωπος να παραβγεί μαζί μου, ίσως κι όχι,
στα πλούτη που κατέχω. Όσα μετά από τόσα πάθη
και άλλη τόση περιπλάνηση έφερα εδώ με τα καράβια μου,
γυρίζοντας αργά στον όγδοο χρόνο.
Περιπλανήθηκα στην Κύπρο, στη Φοινίκη και στην Αίγυπτο,
έφτασα στους Αιθίοπες, τους Σιδονίους κι Ερεμβούς,
και πέρα ως τη Λιβύη, όπου τ᾽ αρνιά μόλις γεννιούνται
βγάζουν κέρατα — εκεί γεννούν τα πρόβατα
μέσα στον ίδιο χρόνο τρεις φορές.
Στα μέρη τους, μήτε αρχοντόπουλο μήτε βοσκός δεν μένει
από τυρί και κρέας, δεν του απολείπει γάλα γλυκούτσικο,
αφού καθημερνά κι αδιάκοπα τους δίνουν γάλα
γι᾽ άρμεγμα τ᾽ αρνιά τους.
90 Κι όμως, όσο καιρόν εγώ παράδερνα, μαζεύοντας τόσα αγαθά,
βρήκε τον χρόνο ο άλλος κι έσφαξε τον αδελφό μου, λαθραία κι ανέλπιστα,
με δόλο της καταραμένης του γυναίκας —
γι᾽ αυτό δεν χαίρομαι που βασιλεύω μες στα πλούτη μου.
Θα το ᾽χετε, φαντάζομαι, κι εσείς ακούσει απ᾽ τους γονείς σας,
όποιοι και να ᾽ναι· υπέφερα πολύ, το σπιτικό μου ρήμαξε
στην πιο μεγάλη ακμή του, τότε που φύλαγε περιουσία πολύτιμη.
Παρ᾽ όλα ταύτα, θα προτιμούσα να ζούσα τώρα με το ένα τρίτο της
σ᾽ αυτό το σπίτι, φτάνει να ήσαν σώοι όσοι αφανίστηκαν τότε
στης Τροίας τον κάμπο μακριά απ᾽ το ιππόβοτο Άργος.
100 Γι᾽ αυτό θρηνώ κι οδύρομαι, σε τούτο το παλάτι καθισμένος
ώρες ατέλειωτες, όταν τους σκέφτομαι, όλους· άλλοτε ξαλαφρώνω την ψυχή μου
με το κλάμα, άλλοτε πάλι σταματώ, γιατί κι ο κρύος γόος
γρήγορα χορταίνεται.
Αλλά κανέναν άλλον τόσο δεν θρηνώ, παρόλο που με σφάζει ο πόνος,
όσο τον ένα εκείνον· εχθρεύομαι τον ύπνο και το φαγητό,
όταν τον φέρνει ο νους μου, αφού κανένας άλλος Αχαιός δεν δοκιμάστηκε
μ᾽ όσα δοκίμασε ο Οδυσσέας και σήκωσε. Του έμελλε όμως
μοίρα θλιβερή, κι εμένα αλησμόνητος, αβάστακτος καημός
για κείνον· που χάθηκε, πάει καιρός, και πια δεν ξέρουμε
110 αν ζει ή πέθανε. Τον κλαιν, ακούω, ο γέροντας Λαέρτης,
η Πηνελόπη συνετή και βέβαια ο Τηλέμαχος,
που νεογέννητο μωρό τον άφησε στο σπίτι.»
Μιλώντας έτσι, ξύπνησε τον πόθο του πατέρα του στον νέο,
που βούρκωσε· το δάκρυ κύλησε στη γη από τα βλέφαρά του
ακούγοντας τ᾽ όνομα του πατέρα του,
κι αμέσως ανασήκωσε την πορφυρή χλαμύδα
με τα δυο του χέρια σκεπάζοντας τα μάτια του. Αλλά ο Μενέλαος
τον είδε και κατάλαβε· νους και ψυχή του ταλαντεύθηκαν
αν έπρεπε να τον αφήσει να μνημονεύσει μόνος τον πατέρα του,
ή να τον δοκιμάσει πρώτος, αυτός ρωτώντας τα καθέκαστα.
120 Κι όσο το δίλημμα αναθίβανε στον νου και στην ψυχή του,
φάνηκε η Ελένη, κατεβαίνοντας από τον μυρισμένο θάλαμό της,
σαν άλλη Άρτεμη με τα χρυσά της βέλη.
Μαζί της η Αδρήστη, που κάθισμα άνετο της έστησε,
η Αλκίππη, που της έφερε μάλλινο μαλακό κιλίμι,
κι ακόμη η Φυλώ, που της κρατούσε το ασημένιο της πανέρι, χάρισμα αυτό
από την Αλκάνδρη, ταίρι του Πόλυβου, που τώρα τη Θήβα κατοικούσε
της Αιγύπτου, όπου και το παλάτι του με τα πολλά του πλούτη.
Ο Πόλυβος, που χάρισε του Μενελάου δυο λουτήρες αργυρούς,
δυο τρίποδες και δέκα τάλαντα χρυσάφι.
130 Χώρια η γυναίκα του, που πρόσφερε πάγκαλα δώρα στην Ελένη·
ρόκα χρυσή κι εκείνο το ασημένιο κυλιστό πανέρι
μ᾽ ακρόχειλα μαλαματένια.
Αυτό της έφερε η Φυλώ, γεμάτο νήμα δουλεμένο,
και τεντωμένη επάνω του την ηλακάτη
με μαλλί μενεξεδένιο.
Κάθησε εκείνη στον στημένο θρόνο της, ακούμπησε τα πόδια στο σκαμνί,
κι αμέσως πήρε να ρωτά τον άντρα της το καθετί:
«Ξέρουμε αλήθεια, ευγενικέ Μενέλαε, για ποια γενιά καυχώνται
οι νέοι εδώ που βρέθηκαν μες στο δικό μας το παλάτι;
140 Παραίσθηση, ή θα πετύχω την αλήθεια; Θέλει η ψυχή μου ωστόσο να το πει:
ομολογώ, ποτέ μου ως τώρα δεν είδα άνθρωπο να μοιάζει τόσο
(άντρας, γυναίκα — τον βλέπω και θολώνει ο νους μου)
όπως αυτός στου μεγαλόψυχου Οδυσσέα τον γιο·
για τον Τηλέμαχο μιλώ, που νεογέννητο μωρό τον άφησε
τότε στο σπίτι εκείνος, όταν εσείς οι Αχαιοί,
για χάρη μου, μιας άθλιας σκύλας, φτάσατε κάτω από την Τροία
κι ανοίξατε τον άγριο πόλεμο.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου