ἔνθ᾽ ὅ γε Νέστορ᾽ ἔτετμε, λιγὺν Πυλίων ἀγορητήν,
οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι,
295 ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
Αἵμονά τε κρείοντα Βίαντά τε, ποιμένα λαῶν·
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
πεζοὺς δ᾽ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλούς,
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ᾽ ἐς μέσσον ἔλασσεν,
300 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
ἱππεῦσιν μὲν πρῶτ᾽ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
«μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
οἶος πρόσθ᾽ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
305 μηδ᾽ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
ὃς δέ κ᾽ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ᾽ ἅρμαθ᾽ ἵκηται,
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε᾽ ἐπόρθεον,
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.»
310 Ὣς ὁ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«ὦ γέρον, εἴθ᾽, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν,
ὥς τοι γούναθ᾽ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
«Ἀτρεΐδη, μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
320 ἀλλ᾽ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ὀπάζει.
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
αἰχμὰς δ᾽ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
325 ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.»
Ὣς ἔφατ᾽, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
εὗρ᾽ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
ἑσταότ᾽· ἀμφὶ δ᾽ Ἀθηναῖοι, μήστωρες ἀϋτῆς·
αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἱ δὲ μένοντες
ἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
335 Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
καὶ σύ, κακοῖσι δόλοισι κεκασμένε, κερδαλεόφρον,
340 τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ᾽ ἄλλους;
σφῶϊν μέν τ᾽ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι·
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
345 ἔνθα φίλ᾽ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
οἴνου πινέμεναι μελιηδέος, ὄφρ᾽ ἐθέλητον·
νῦν δὲ φίλως χ᾽ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.»
Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
350 «Ἀτρεΐδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν, ὁππότ᾽ Ἀχαιοὶ
Τρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
355 Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ᾽ ἀνεμώλια βάζεις.»
Τὸν δ᾽ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων,
ὡς γνῶ χωομένοιο· πάλιν δ᾽ ὅ γε λάζετο μῦθον·
«διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
οὔτε σε νεικείω περιώσιον οὔτε κελεύω·
360 οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ᾽ ἐγώ περ.
ἀλλ᾽ ἴθι, ταῦτα δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽, εἴ τι κακὸν νῦν
εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.»

***
Είπε, τους άφησεν αυτού και πέρασε στους άλλους·ήβρε τον Νέστορα, γλυκόν της Πύλου δημηγόρον,
που εσύνταζε κι εγκάρδιωνε τους άνδρες εις την μάχην
295 με τους ανδρείους Αίμονα, Πελάγοντα, Χρομίον,
Αλάστορα και Βίαντα, ποιμένα των ανθρώπων.
Και τους ιππείς έστησ᾽ εμπρός με τα ζεμέν᾽ αμάξια,
έβαλε οπίσω τους πεζούς πολλούς και ανδρειωμένους,
πύργον πολέμου στερεόν, και τους κακούς στην μέση,
300 ν᾽ αναγκασθεί να μάχεται και αυτός οπού δεν θέλει.
Και να μη σπρώξουν τ᾽ άλογα στην ταραχήν της μάχης
εις τους ιππείς συμβούλευε. «Κανείς ας μη θαρρέψει
στην ιππική και στην ανδρειά να ορμήσει εμπρός των άλλων
μόνος ενάντια στον εχθρόν· αλλά μήτε να γύρει
305 οπίσω· και τα δυο κακά και σας αδυνατίζουν.
Κι όποιος από τ᾽ αμάξι του στου εχθρού τ᾽ αμάξι φθάσει,
με το κοντάρι ας κτυπηθεί, και αυτό συμφέρει πλέον·
αυτήν την γνώμην έτρεφαν και την ψυχήν στα στήθη
οι παλαιοί μας κι έπαιρναν τες χώρες και τα τείχη».
310 Αυτά πολέμων έμπειρος εδίδασκεν ο γέρος.
Άμα τον είδε χάρηκεν ο κραταιός Ατρείδης,
κι ευθύς τον επροσφώνησε με λόγια φτερωμένα:
«Άμποτε, ω γέρε, αδάμαστην ως έχεις την ψυχήν σου
να είχες και τα γόνατα κι ακέριαν την ανδρείαν
315 αλλά το γήρας το κοινό σε φθέρνει· κι άμποτ᾽ άλλος
να το ᾽χε και να εβρίσκοσουν συ μεταξύ των νέων».
Και ο Νέστωρ, ο Γερήνιος ιππότης, του αποκρίθη:
«Ατρείδη, το ᾽θελα κι εγώ να είμαι ως ήμουν πρώτα
που τον Ερευθαλίωνα εφόνευσα τον θείον·
320 αλλά δεν δίδουν στους θνητούς οι αθάνατοι όλ᾽ αντάμα.
Αγόρι τότε ήμουν κι εγώ, τώρα το γήρας μ᾽ ήβρε,
αλλά και ως είμαι, στους ιππείς ανάμεσα θα μείνω
να συμβουλεύω· κι είναι αυτό το μέρος των γερόντων.
Και με κοντάρια θα κτυπούν οι νέοι που από μένα
325 χρόνια ολιγότερα μετρούν και στην ανδρειά θαρρεύουν».
Άκουσε τούτα και φαιδρός προχώρησ᾽ ο Ατρείδης·
τον Μενεσθέα πλήξιππον του Πετεού τον γόνον
ήβρε στην μέση των φρικτών στες μάχες Αθηναίων·
πλησίον ο πολύβουλος στεκόταν Οδυσσέας,
330 κι οι τάξεις οι ανίκητες, σιμά, των Κεφαλλήνων·
ότι της μάχης η βοή σ᾽ αυτούς δεν είχε φθάσει,
ενώ μόλις οι φάλαγγες των ιπποδάμων Τρώων
κινούνταν και των Αχαιών, κι εκείνοι περιμέναν
οπόταν σώμ᾽ άλλο Αχαιών να φθάσει και να ορμήσει
335 στους Τρώας πρώτον, ώστε αρχή να γίνει του πολέμου.
Τους είδ᾽ ευθύς και ονείδισεν ο κραταιός Ατρείδης
κι εκείνους επροσφώνησε με λόγια φτερωμένα:
«Ω γόνε, συ, του Πετεού διοθρέφτου βασιλέως,
και συ, που στα σοφίσματα εξέχεις και στους δόλους,
340 τι κρύβεσθε, τι μένετε μακράν ως να ᾽λθουν άλλοι;
Και να σταθείτ᾽ έπρεπε σεις στην πρώτην τάξιν πρώτοι
και πρώτοι ν᾽ απαντήσετε την φλόγα του πολέμου,
καθώς δέχεσθε κάλεσμα στην τράπεζά μου πρώτοι,
οπότε στρώνουμ᾽ οι Αχαιοί τραπέζι των γερόντων.
345 Και σας αρέσει τα ψητά να τρώγετε και ωραίο
κρασί να πίνετ᾽ άφθονο και τώρα σας αρέσει
και αν δέκα σώματ᾽ Αχαιών εβλέπετ᾽ έμπροσθέν σας
με τ᾽ ανδροφόνο σίδερο ν᾽ αρχίσουν τον αγώνα».
Μ᾽ άγριο βλέμμα ο πολύγνωμος του απάντησε Οδυσσέας·
350 «Ατρείδη, από τα χείλη σου ποίος εβγήκε λόγος!
Εμείς την μάχην φεύγομεν; Όταν τον άγριον Άρη
κινήσομ᾽ όλ᾽ οι Αχαιοί στους ιπποδάμους Τρώες,
θα ιδείς, αν θέλεις και αν γι᾽ αυτό σε μέλει, τον πατέρα
του Τηλεμάχου να ριχθεί των ιπποδάμων Τρώων
355 εις τους προμάχους, και όλ᾽ αυτά που λέγεις παίρν᾽ ο αέρας».
Και άμ᾽ είδε τον που εθύμωνε, τον λόγον πήρε οπίσω
και του ᾽πε με γλυκόγελον ο κραταιός Ατρείδης:
«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα,
δεν ονειδίζω υπέρμετρα εσένα ούτε προστάζω·
360 γνωρίζ᾽ ότ᾽ η καρδία σου καλά για μένα τρέφει
αισθήματα κι ότι μ᾽ εμέ την ίδιαν έχεις γνώμη,
και θα τα καλοκάμoμε κατόπι, αν τώρα ειπώθη
λόγος κακός, κι είθε οι θεοί να τ᾽ αποσβήσουν όλα».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου