Πέμπτη 4 Νοεμβρίου 2021

ΟΜΗΡΟΣ: Ἰλιάς (4.1-4.72)

Ραψωδία Δ' - Ὁρκίων σύγχυσις. Ἀγαμέμνονος ἐπιπώλησις


Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ᾽ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες.
αὐτίκ᾽ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην 5
κερτομίοις ἐπέεσσι, παραβλήδην ἀγορεύων·
«δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων,
Ἥρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
ἀλλ᾽ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
τέρπεσθον· τῷ δ᾽ αὖτε φιλομμειδὴς Ἀφροδίτη 10
αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
ἀλλ᾽ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα,
ἤ ῥ᾽ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 15
ὄρσομεν, ἦ φιλότητα μετ᾽ ἀμφοτέροισι βάλωμεν.
εἰ δ᾽ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
αὖτις δ᾽ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.»
Ὣς ἔφαθ᾽, αἱ δ᾽ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· 20
πλησίαι αἵ γ᾽ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε,
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
Ἥρῃ δ᾽ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
«αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες· 25
πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ᾽ ἀτέλεστον,
ἱδρῶ θ᾽ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
ἕρδ᾽· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.»
Τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· 30
«δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
τόσσα κακὰ ῥέζουσιν, ὅ τ᾽ ἀσπερχὲς μενεαίνεις
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
εἰ δὲ σύ γ᾽ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας 35
ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
σοὶ καὶ ἐμοὶ μέγ᾽ ἔρισμα μετ᾽ ἀμφοτέροισι γένηται.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι 40
τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ᾽ ἐᾶσαι·
καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
αἳ γὰρ ὑπ᾽ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, 45
τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη· 50
«ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,
Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
τὰς διαπέρσαι, ὅτ᾽ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
τάων οὔ τοι ἐγὼ πρόσθ᾽ ἵσταμαι οὐδὲ μεγαίρω.
εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, 55
οὐκ ἀνύω φθονέουσ᾽, ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 60
κέκλημαι, σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις.
ἀλλ᾽ ἤτοι μὲν ταῦθ᾽ ὑποείξομεν ἀλλήλοισι,
σοὶ μὲν ἐγώ, σὺ δ᾽ ἐμοί· ἐπὶ δ᾽ ἕψονται θεοὶ ἄλλοι
ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, 65
πειρᾶν δ᾽ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
«αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, 70
πειρᾶν δ᾽ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.»

***
Σύνοδον είχαν οι θεοί στο πλάγι του Κρονίδη,
στο δώμα το χρυσόστρωτον και τους κερνούσε η θεία
Ήβη το νέκταρ και φαιδροί με τα χρυσά ποτήρια
αντιπροπίναν κι έβλεπαν την πόλιν του Πριάμου.
5 Και να πειράξ᾽ ηθέλησε την Ήραν ο Κρονίδης
και λόγον είπε ανάσκεπον πικρά να την κεντήσει:
«Δύο θεές είναι, θαρρώ, βοηθοί του Μενελάου,
η Άργισσ᾽ Ήρα κ η Αθηνά, η σώστρα των ανδρείων·
αλλά κάθονται ανάμερα και τέρπονται να βλέπουν·
10 τον άλλον η φιλόγελη θεά τον παραστέκει
η Αφροδίτη και κακό να πάθει δεν αφήνει·
και ιδού τώρα τον έσωσε στην ώρα του θανάτου·
αλλ᾽ είναι η νίκη φανερά του ανδρείου Μενελάου.
Και τώρα να σκεφθούμ᾽ εμείς, πώς τούτα θα τελειώσουν
15 αν πάλιν θα σηκώσουμε φρικτόν πολέμου αγώνα,
ή μεταξύ των δυο λαών θα φέρομεν ειρήνην;
Κι αν το δεχθείτε πρόθυμα με την καρδιά σας όλοι,
ας μείν᾽ η πόλις άφθαρτη του γέροντος Πριάμου
κι ας λάβει ο Μενέλαος οπίσω την Ελένην».
20 Αυτά είπε κι εγόγγυσαν η Αθηνά κι η Ήρα,
σιμά καθίζαν κι όλεθρον των Τρώων μελετούσαν
λόγον δεν είπεν η Αθηνά και στον πατέρα Δία
από χολήν εμάνιζεν· αλλ᾽ η χολή στης Ήρας
το στήθος δεν εχώρεσε, και προς εκείνον είπε:
25 «Τι ΄πες, Κρονίδη τρομερέ; Πώς ν᾽ αφανίσεις θέλεις
τους κόπους, τον αγώνα μου, τον ίδρον πόχω ιδρώσει;
Και τ᾽ άλογά μου απόκαμαν, ώσπου να συναθροίσω
τόσον λαόν, στον Πρίαμον κακό και στα παιδιά του;
Κάμε το, αλλ᾽ όμως οι θεοί δεν συμφωνούμεν όλοι».
30 Εβάρυνε· και « ω τρομερή», της είπεν ο Κρονίδης,
«τι σου ΄καμεν ο Πρίαμος και όλ᾽ η γενεά του
κακό μεγάλο να οργισθείς και τόσο να μανίζεις,
να εξολοθρεύσεις έρριζα την πυργωμένην Τροίαν;
Τες πύλες της αν δεν διαβείς και τα υψηλά της τείχη,
35 ωμόν να φας τον Πρίαμον και τα παιδιά του κι όλους
τους Τρώες, δεν γιατρεύεται το πάθος που σε καίει·
κάμε όπως θέλεις, αλλ᾽ ιδέ μη τούτ᾽ η διαφορά μας
κάποτε ανάψει πόλεμον κακόν ανάμεσόν μας·
κι έν᾽ άλλο ακόμα θα σου ειπώ, να το φυλάξει ο νους σου·
40 εάν ποτέ προθυμηθώ να εξολοθρεύσω πόλιν,
όπου τυχαίνουν άνθρωποι να ζουν αγαπητοί σου,
μη στην οργήν μου αντισταθείς, αλλ᾽ άφησε να κάμω·
κι εγώ σου την απάφησα με πόνον της ψυχής μου·
και από τες χώρες των θνητών ανθρώπων, όσες είναι
45 κάτω από τ᾽ άστρα τ᾽ ουρανού και από το φως του ηλίου,
ολόψυχα επροτίμησα την Ίλιον την θείαν,
τον Πρίαμον και τον λαόν του δυνατού Πριάμου,
ότι ποτέ δεν έλειψε τραπέζι απ᾽ τον βωμόν μου,
σπονδή και κνίσσα, οι προσφορές που των θεών ανήκουν».
50 Κι η μεγαλόφθαλμη θεά του απάντησεν η Ήρα:
« Απ᾽ όλες υπεραγαπώ τρεις χώρες εις τον κόσμον·
το Άργος, την πλατύδρομην Μυκήνην και την Σπάρτην·
κατάστρεψέ τες, αν ποτέ κινήσουν την οργήν σου·
δεν θα με ιδείς να υπερμαχώ γι᾽ αυτές ή να γογγύζω,
55 ότι δεν θα κατόρθωνα ποσώς να σ᾽ αντισκόψω,
όσα κι αν έκανα, επειδή πολύ ᾽σαι ανώτερός μου·
αλλά και συ τους κόπους μου να χάσω μη θελήσεις,
ότι κι εγώ είμαι θεός κι απ᾽ την δικήν σου ρίζαν,
εγώ η σεβαστότερη του Κρόνου θυγατέρα
60 και από το γένος ένδοξη και ότ᾽ είμαι ομόκλινή σου,
και συ ᾽σαι πρώτος βασιλεύς των αθανάτων όλων·
αλλά τώρ᾽ ας συγκλίνομεν, εγώ προς σε και πάλιν
συ προς εμέ κι όλ᾽ οι θεοί θα μας ακολουθήσουν·
συ στείλ᾽ ευθύς την Αθηνάν στων Αχαιών και Τρώων
65 τ᾽ αντίμαχα στρατεύματα, να εφεύρει εκείνη τρόπον
ώστε τους όρκους πρότερον να παραβούν οι Τρώες,
προσβάλλοντας τους Αχαιούς που επαίρονται στην νίκην».
Σ᾽ αυτά επείσθη των θεών και ανθρώπων ο πατέρας
κι εστράφη προς την Αθηνάν: « Κατέβα ευθύς» της είπε,
70 «στ᾽ αντίμαχα στρατεύματα των Αχαιών και Τρώων,
κάμε τους όρκους πρότερον να παραβούν οι Τρώες,
προσβάλλοντας τους Αχαιούς που επαίρονται στην νίκην».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου