Δευτέρα 25 Οκτωβρίου 2021

ΟΜΗΡΟΣ: Ἰλιάς (2.711-2.779)

Οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην,
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
τῶν ἦρχ᾽ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
Εὔμηλος, τὸν ὑπ᾽ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
715 Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
Οἳ δ᾽ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
ἑπτὰ νεῶν· ἐρέται δ᾽ ἐν ἑκάστῃ πεντήκοντα
720 ἐμβέβασαν, τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
ἀλλ᾽ ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρ᾽ ἄλγεα πάσχων,
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
ἔνθ᾽ ὅ γε κεῖτ᾽ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
725 Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
οὐδὲ μὲν οὐδ᾽ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
τόν ῥ᾽ ἔτεκεν Ῥήνη ὑπ᾽ Ὀϊλῆϊ πτολιπόρθῳ.
Οἳ δ᾽ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
730 οἵ τ᾽ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου Οἰχαλιῆος,
τῶν αὖθ᾽ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε,
ἰητῆρ᾽ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων·
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Οἳ δ᾽ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
735 οἵ τ᾽ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
τῶν ἦρχ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δ᾽ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
Ὄρθην Ἠλώνην τε πόλιν τ᾽ Ὀλοοσσόνα λευκήν,
740 τῶν αὖθ᾽ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης,
υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύς·
τόν ῥ᾽ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
ἤματι τῷ ὅτε Φῆρας ἐτείσατο λαχνήεντας,
τοὺς δ᾽ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
745 οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύς, ὄζος Ἄρηος,
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
τοῖς δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Γουνεὺς δ᾽ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
τῷ δ᾽ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί,
750 οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί᾽ ἔθεντο,
οἵ τ᾽ ἀμφ᾽ ἱμερτὸν Τιταρησσὸν ἔργ᾽ ἐνέμοντο,
ὅς ῥ᾽ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
οὐδ᾽ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ᾽ ἔλαιον·
755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
Μαγνήτων δ᾽ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
760 Οὗτοι ἄρ᾽ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
τίς τ᾽ ἂρ τῶν ὄχ᾽ ἄριστος ἔην, σύ μοι ἔννεπε, Μοῦσα,
αὐτῶν ἠδ᾽ ἵππων, οἳ ἅμ᾽ Ἀτρεΐδῃσιν ἕποντο.
Ἵπποι μὲν μέγ᾽ ἄρισται ἔσαν Φηρητιάδαο,
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς,
765 ὄτριχας οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας·
τὰς ἐν Πηρείῃ θρέψ᾽ ἀργυρότοξος Ἀπόλλων,
ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
ἀνδρῶν αὖ μέγ᾽ ἄριστος ἔην Τελαμώνιος Αἴας,
ὄφρ᾽ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν,
770 ἵπποι θ᾽, οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
775 τόξοισίν θ᾽· ἵπποι δὲ παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
ἕστασαν· ἅρματα δ᾽ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
ἐν κλισίῃς· οἱ δ᾽ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.

***
Έστειλαν άνδρες και οι Φερές που ᾽ναι η Βοιβία λίμνη,
κι η Βοίβη κι η Ιαωλκός ωραία και οι Γλαφύρες·
τους διοικούσ᾽ ο Εύμηλος κι ένδεκα πρύμνες είχε·
η Άλκηστις η ασύγκριτη τον γέννησε του Αδμήτου,
715 η κόρ᾽ η ωραιότερη απ᾽ όλες του Πελίου.
Της Θαυμακίας στάλθηκαν και της Μηθώνης άνδρες
της Ολιζώνος πετρωτής και ομού της Μελιβοίας·
και ο Φιλοκτήτης αρχηγός, εξαίσιος τοξότης,
μ᾽ επτά καράβια ολόμαυρα· κι επάνω στο καθένα
720 ήσαν τοξότες θαυμαστοί πενήντα κουπηλάτες·
αλλά εκείνος έμενε στην Λήμνον την αγίαν
που τον αφήκαν οι Αχαιοί φρικτά βασανισμένον
απ᾽ την πληγήν που του ᾽φερεν ολέθρια νεροφίδα.
Εκεί θλιμμένος έμενεν· αλλ᾽ έμελλαν οι Αργείοι
725 ογρήγορα να ενθυμηθούν τον μέγαν Φιλοκτήτην·
και αυτόν ποθούσεν ο λαός, αν κι άναρχοι δεν ήσαν·
ήταν ο Μέδων αρχηγός, εκείνος οπού νόθον
απ᾽ τον Οιλέα πορθητήν εγέννησεν η Ρήνη.
Κι όσοι της Τρίκκης κάτοικοι και της τραχιάς Ιθώμης
730 κι όσοι της χώρας κάτοικοι του Ευρύτου Οιχαλίας,
είχαν τριάντα βαθουλά καράβια κι αρχηγοί τους
ήσαν ο Ποδαλείριος κι ο αδελφός Μαχάων
ιατροί καλοί, του Ασκληπιού δυο τέκνα δοξασμένα.
Όσοι τ᾽ Ορμένιον άφησαν την βρύσιν Υπερείας,
735 τ᾽ Αστέριον και τες κορυφές τες άσπρες του Τιτάνου,
τους διοικούσε ο Ευρύπυλος λαμπρός Ευαιμονίδης
κι είχε σαράντα ολόμαυρα κατόπι του καράβια.
Από Γυρτώνην, Άργισσαν, απ᾽ Όρθην, απ᾽ την πόλιν
Ηλώνην και από την λευκήν Ολοοσσόν όσ᾽ ήλθαν,
740 τους διοικούσ᾽ ο ατρόμητος στην μάχην Πολυποίτης,
που έγγονος ήταν του Διός κι υιός του Πειριθόου,
με τον Πειρίθοο η ξακουστή τον γέννησ᾽ Ιπποδάμεια,
όταν εκείνος πάταξε τα δασερά θηρία
και τα ᾽διωξε απ᾽ το Πήλιον στην χώραν των Αιθίκων·
745κι ήταν μ᾽ αυτόν συναρχηγοί ο Λεοντεύς ανδρείος
κι είχαν σαράντα ολόμαυρα κατόπι τους καράβια.
Ήλθε απ᾽ την Κύφον ο Γουνεύς με εικοσιδύο πρύμνες·
είχ᾽ Ενιήνων πληθυσμόν και Περραιβών γενναίων,
750 όσοι στην κακοχείμωνην Δωδώνην κατοικήσαν,
και όσοι απ᾽ τον Τιταρήσιον ποτίζουν τους αγρούς των,
που χύνει μες στον Πηνειόν τα πρόσχαρα νερά του
και με τες αργυρές στροφές του Πηνειού δεν σμίγει
και καθαρός επάνωθεν ωσάν το λάδι πλέει
755 ότι απ᾽ την Στύγα εκόπηκε και αυτή ᾽ναι μέγας όρκος.
Ο γοργοπόδης Πρόθοος, υιός του Τενθρηδόνος,
ήτο αρχηγός στους Μάγνητες, που του κινησιφύλλου
Πηλίου και του Πηνειού τα μέρη εκατοικούσαν·
κι είχε σαράντα ολόμαυρα κατόπι του καράβια.
760 Ήσαν αυτοί των Δαναών οι πρώτοι πολεμάρχοι.
Τώρα ποιος άνδρας κάλλιστος, ποιος ίππος ήτο απ᾽ όσους
με τους Ατρείδες στράτευσαν, συ, Μούσα, δίδαξέ με·
του Φηρητιάδη επρώτευαν οι εξαίσιες φοράδες,
τες έζεψεν ο Εύμηλος και ωσάν πουλιά πετούσαν,
765 ομότριχες, ομήλικες, με νώτα σταφνισμένα·
τες έθρεψ᾽ ο αργυρότοξος Απόλλων στην Πηρείαν,
φυγής και τρόμου πρόξενα, δυο θηλυκά πουλάρια·
και των ανδρών επρώτευεν ο Τελαμώνιος Αίας,
ενόσω ακόμη εθύμωνεν ο ασύγκριτος Πηλείδης·
770 και σ᾽ όλους πάλι επρώτευαν οι ίπποι του Αχιλλέως.
Εκείνος έμενεν αργός στα ποντοπόρα πλοία
αυτού να τρέφει τον θυμόν που είχε στον Ατρείδην·
κι επάνω στην ακρογιαλιά τα πλήθη διασκεδάζαν
με δίσκους, με ακόντια, που ρίχναν και με τόξα,
775 κι οι ίπποι στέκονταν σιμά στ᾽ αμάξι του καθένας
κι ετρώγαν βαλτοσέλινα και τρυφερό τριφύλλι·
κι ήσαν τ᾽ αμάξια στες σκηνές, ως πρέπει, σκεπασμένα·
και οι κύριοι τον αρχηγόν ποθούσαν τον ανδρείον
και στον στρατόν εγύριζαν μακράν από την μάχην.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου