70 πράσσειν, ἐμοῦ γ᾽ ἂν ἡδέως δρῴης μέτα.
ἀλλ᾽ ἴσθ᾽ ὁποῖά σοι δοκεῖ, κεῖνον δ᾽ ἐγὼ
θάψω. καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα,
ὅσια πανουργήσασ᾽· ἐπεὶ πλείων χρόνος
75 ὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ᾽ εἰ δοκεῖ,
τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε.
ΙΣ. ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
80 ΑΝ. σὺ μὲν τάδ᾽ ἂν προύχοι᾽· ἐγὼ δὲ δὴ τάφον
χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
ΙΣ. οἴμοι, ταλαίνης ὡς ὑπερδέδοικά σου.
ΑΝ. μὴ ᾽μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
ΙΣ. ἀλλ᾽ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
85 τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αὕτως ἐγώ.
ΑΝ. οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσῃ
σιγῶσ᾽, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
ΙΣ. θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
ΑΝ. ἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή.
90 ΙΣ. εἰ καὶ δυνήσῃ γ᾽· ἀλλ᾽ ἀμηχάνων ἐρᾷς.
ΑΝ. οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
ΙΣ. ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
ΑΝ. εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ,
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ.
95 ἀλλ᾽ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
ΙΣ. ἀλλ᾽ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ᾽ ἴσθ᾽, ὅτι
ἄνους μὲν ἔρχῃ, τοῖς φίλοις δ᾽ ὀρθῶς φίλη.
ἀλλ᾽ ἴσθ᾽ ὁποῖά σοι δοκεῖ, κεῖνον δ᾽ ἐγὼ
θάψω. καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα,
ὅσια πανουργήσασ᾽· ἐπεὶ πλείων χρόνος
75 ὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ᾽ εἰ δοκεῖ,
τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε.
ΙΣ. ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
80 ΑΝ. σὺ μὲν τάδ᾽ ἂν προύχοι᾽· ἐγὼ δὲ δὴ τάφον
χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
ΙΣ. οἴμοι, ταλαίνης ὡς ὑπερδέδοικά σου.
ΑΝ. μὴ ᾽μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
ΙΣ. ἀλλ᾽ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
85 τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αὕτως ἐγώ.
ΑΝ. οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσῃ
σιγῶσ᾽, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
ΙΣ. θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
ΑΝ. ἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή.
90 ΙΣ. εἰ καὶ δυνήσῃ γ᾽· ἀλλ᾽ ἀμηχάνων ἐρᾷς.
ΑΝ. οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
ΙΣ. ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
ΑΝ. εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ,
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ.
95 ἀλλ᾽ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
ΙΣ. ἀλλ᾽ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ᾽ ἴσθ᾽, ὅτι
ἄνους μὲν ἔρχῃ, τοῖς φίλοις δ᾽ ὀρθῶς φίλη.
***
ΑΝΤ. Ούτε θα σε παρακαλούσα, μα ούτεκι αν το ᾽θελες ακόμα θα δεχόμουν
70 μ᾽ ευχαρίστηση εγώ τη σύμπραξή σου·
μείνε με τις ιδέες σου εσύ, μα εκείνον
θα θάψω εγώ· γλυκός για μένα θα ᾽ναι,
σαν θα το κάμω, ο θάνατος· μαζί του,
σ᾽ αγαπημένον πλάι αγαπημένη
θα κείτομαι, για τ᾽ άγιο αυτό μου κρίμα·
γιατ᾽ είν᾽ ο χρόνος πιο πολύς που πρέπει
στους κάτω πάρα στους εδώ ν᾽ αρέσω,
αφού με κείνους θα ᾽μαι αιώνια· εσύ
μπορείς, αν θέλεις, να περιφρονείς
τα τίμια των θεών. ΙΣΜ. Εγώ καθόλου
δεν τα περιφρονώ, μα και δε βλέπω,
πώς ενάντια μπορώ να πάω στην πόλη.
80 ΑΝΤ. Φέρν᾽ εσύ αυτές τις πρόφασες, μα εγώ
να σκάψω τάφο του ακριβού αδερφού μου
πηγαίνω. ΙΣΜ. Ω δυστυχία, τί φόβο πὄχω
για σένα. ΑΝΤ. Ησύχασε και μη φοβάσαι
για μένα, τη δικιά σου να φροντίσεις
ζωή να εξασφαλίσεις. ΙΣΜ. Κοίτα καν
μην πας κι άλλου το πεις, μα κράτα
κρυφό το σχέδιό σου, και ᾽γώ το ίδιο.
ΑΝΤ. Σκοτιά μου! πρόδωσέ το· πιο θα μού είσαι
εχθρή αν σωπάσεις, παρ᾽ αν το κηρύξεις
σ᾽ όλον τον κόσμο. ΙΣΜ. Έχεις καρδιά θερμή
για πράματα ψυχρά. ΑΝΤ. Φτάνει που ξέρω
πως σε κείνους που πρέπει θεν᾽ αρέσω.
ΙΣΜ. Ανίσως και πετύχεις· μα ζητάς
90 τ᾽ αδύνατα. ΑΝΤ. Λοιπόν μόνο αν δε θα ᾽χω
δύναμη πια, τότε κι εγώ θα πάψω.
ΙΣΜ. Μα κι απαρχής να κυνηγά δεν πρέπει
τ᾽ αδύνατα κανείς. ΑΝΤ. Αν μιλάς έτσι,
και το μίσος θενά ᾽χεις το δικό μου
και μισημένη απ᾽ τον νεκρό θενά εισαι
πλάι του, σαν πεθάνεις, με το δίκιο.
Μ᾽ άφησ᾽ κι εμέ και την ανεμυαλιά μου
το κακό αυτό να πάθομε· γιατί, όχι,
δεν έχω τέτοιο τίποτα να πάθω
που εγώ να μην πεθάνω τιμημένα.
ΙΣΜ. Αφού έτσι κρίνεις, πήγαινε· μα ξέρε
πως δίχως νου πηγαίνεις, όμως βέβαια
μ᾽ αγάπη αληθινή στους φίλους φίλη.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου