940 ἐπεὶ τὰ μητρὸς ταῦθ᾽ ἃ σιγῶμεν κακὰ
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
ἐς τὰς Ἀθήνας δῆτ᾽ ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
945 ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
Ζεὺς εἵσατ᾽ ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δ᾽ ἐκεῖσε… πρῶτα μέν μ᾽ οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθ᾽, ὡς θεοῖς στυγούμενον·
οἳ δ᾽ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
950 παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
σιγῇ δ᾽ ἐτεκτήναντ᾽ ἀπόφθεγκτόν μ᾽, ὅπως
δαιτός γενοίμην πώματός τ᾽ αὐτῶν δίχα,
εἰς δ᾽ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
955 κἀγὼ ᾽ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
μέγα στενάζων, οὕνεκ᾽ ἦ μητρὸς φονεύς.
κλύω δ᾽ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
960 χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
ὡς δ᾽ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
τὸ δ᾽ ἄλλο πρέσβειρ᾽ ἥπερ ἦν Ἐρινύων.
εἰπὼν ‹δ᾽› ἀκούσας θ᾽ αἵματος μητρὸς πέρι,
965Φοῖβός μ᾽ ἔσῳσε μαρτυρῶν· ἴσας δέ μοι
ψήφους διηρίθμισε Παλλὰς ὠλένῃ·
νικῶν δ᾽ ἀπῆρα φόνια πειρατήρια.
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
ψῆφον παρ᾽ αὐτὴν ἱερὸν ὡρίσαντ᾽ ἔχειν·
970 ὅσαι δ᾽ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ᾽ ἀεί,
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
ἐπώμοσ᾽ αὐτοῦ βίον ἀπορρήξειν θανών,
975 εἰ μή με σώσει Φοῖβος, ὅς μ᾽ ἀπώλεσεν.
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
Φοῖβός μ᾽ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
ἄγαλμ᾽ Ἀθηνῶν τ᾽ ἐγκαθιδρῦσαι χθονί.
ἀλλ᾽ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
980 σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
ἀλλ᾽, ὦ φιληθεῖσ᾽, ὦ κασίγνητον κάρα,
σῷσον πατρῷον οἶκον, ἔκσωσον δ᾽ ἐμέ·
985 ὡς τἄμ᾽ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.
ΧΟ. δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ᾽ ἄγει.
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
ἐς τὰς Ἀθήνας δῆτ᾽ ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
945 ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
Ζεὺς εἵσατ᾽ ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δ᾽ ἐκεῖσε… πρῶτα μέν μ᾽ οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθ᾽, ὡς θεοῖς στυγούμενον·
οἳ δ᾽ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
950 παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
σιγῇ δ᾽ ἐτεκτήναντ᾽ ἀπόφθεγκτόν μ᾽, ὅπως
δαιτός γενοίμην πώματός τ᾽ αὐτῶν δίχα,
εἰς δ᾽ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
955 κἀγὼ ᾽ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
μέγα στενάζων, οὕνεκ᾽ ἦ μητρὸς φονεύς.
κλύω δ᾽ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
960 χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
ὡς δ᾽ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
τὸ δ᾽ ἄλλο πρέσβειρ᾽ ἥπερ ἦν Ἐρινύων.
εἰπὼν ‹δ᾽› ἀκούσας θ᾽ αἵματος μητρὸς πέρι,
965Φοῖβός μ᾽ ἔσῳσε μαρτυρῶν· ἴσας δέ μοι
ψήφους διηρίθμισε Παλλὰς ὠλένῃ·
νικῶν δ᾽ ἀπῆρα φόνια πειρατήρια.
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
ψῆφον παρ᾽ αὐτὴν ἱερὸν ὡρίσαντ᾽ ἔχειν·
970 ὅσαι δ᾽ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ᾽ ἀεί,
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
ἐπώμοσ᾽ αὐτοῦ βίον ἀπορρήξειν θανών,
975 εἰ μή με σώσει Φοῖβος, ὅς μ᾽ ἀπώλεσεν.
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
Φοῖβός μ᾽ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
ἄγαλμ᾽ Ἀθηνῶν τ᾽ ἐγκαθιδρῦσαι χθονί.
ἀλλ᾽ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
980 σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
ἀλλ᾽, ὦ φιληθεῖσ᾽, ὦ κασίγνητον κάρα,
σῷσον πατρῷον οἶκον, ἔκσωσον δ᾽ ἐμέ·
985 ὡς τἄμ᾽ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.
ΧΟ. δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ᾽ ἄγει.
***
ΟΡΕ. Το λέω· κι αυτή η αρχή ᾽ναι των παθών μου.Σαν πέρασαν στα χέρια μου της μάνας
940 οι συμφορές —γι᾽ αυτές ας μη μιλούμε—,
στα ξένα οι Ερινύες με κυνηγούσαν,
ώσπου ο Λοξίας με στέλνει στην Αθήνα,
στις τρομερές θεές να δώσω λόγο.
Είν᾽ ένα εκεί ιερό κριτήριο· ο Δίας
κάποτε το ᾽χε ιδρύσει για τον Άρη,
που με αίμα είχε τα χέρια του μολύνει.
Πήγα· κανένας στην αρχή δεν είχε
την προθυμία να με δεχτεί σαν ξένο·
με κρίνανε θεομίσητο· όσοι νιώσαν
950 λίγη σπλαχνιά, μου πρόσφερναν στα σπίτια
φιλοξενία σε χωριστό τραπέζι
και, σιωπηλοί, βουβό κι εμένα με είχαν,
χώρια απ᾽ αυτούς να τρώγω και να πίνω·
σε κούπες χωριστές —μέτρο ίσο για όλους—
κρασί κερνούσαν, κι έτσι τρωγοπίναν.
Να ελέγξω εγώ τους ξένους δεν μπορούσα·
πονούσα σιωπηλός και καμωνόμουν
πως τίποτα δε νιώθω, και βογκούσα
πολύ, γιατί φονιάς της μάνας μου ήμουν.
Κι ακούω πως στην Αθήνα οι συμφορές μου
έγιναν τελετή· η συνήθεια μένει
και τώρ᾽ ακόμα· της χοϊκής κανάτας
960 γιορτή ο λαός γιορτάζει της Παλλάδας.
Σαν έφτασα στο βράχο του Άρη, η δίκη
άρχισε· απ᾽ τα δυο βάθρα πιάνω το ένα
και τ᾽ άλλο η πιο προεστή απ᾽ τις Ερινύες.
Είπα και μου είπαν για της μάνας το αίμα,
κι η μαρτυριά με γλίτωσε του Φοίβου·
στη διαλογή, το χέρι της Παλλάδας
μέτρησε ισοψηφία· κι έφυγα τότε,
αφού τη φονική κέρδισα δίκη.
Όσες την κρίση αυτή Ερινύες δεχτήκαν,
έμειναν, και κοντά στο δικαστήριο
970 διάλεξαν θέση για ιερό τους· οι άλλες
με κέντριζαν αδιάκοπα να τρέχω·
στου Φοίβου το ναό ξανά έτσι πήγα,
μπρος στο άδυτό του ξάπλωσα και, δίχως
να τρώγω, ορκίστηκα ότι στη ζωή μου
θα ᾽βαζα τέρμα εκεί, αν ο Φοίβος ο ίδιος
δε μ᾽ έσωζε, που με είχε καταστρέψει.
Φωνή του Φοίβου απ᾽ το χρυσό τριπόδι
ακούστη τέλος· μ᾽ έστελνε εδώ πέρα
να πάρω την εικόνα, που έχει πέσει
από τον ουρανό, και να τη στήσω
στων Αθηναίων τη χώρα. Βοήθησέ με
λοιπόν για να σωθώ, σαν που έχει ορίσει·
980 αν το άγαλμα της θεάς δικό μας γίνει,
θα γιατρευτώ, και το πολύκουπό μου
καράβι στη Μυκήνα θα σε πάει.
Αγαπημένη εσύ, ακριβή αδερφή μου,
σώσε το πατρικό μας, γλίτωσέ με
κι εμέ· γιατί αν δεν πάρουμε στα χέρια
την απ᾽ τον ουρανό πεσμένη εικόνα,
κι εγώ κι οι Πελοπίδες σβήνουμε όλοι.
ΚΟΡ. Άγρια, καυτή η οργή των θεών πλακώνει
στου Τάνταλου το σόι και το παιδεύει.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου