Παρασκευή 4 Οκτωβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (959-1005)

ΓΡΑΥΣ
ἆρ᾽, ὦ φίλοι γέροντες, ἐπὶ τὴν οἰκίαν
960 ἀφίγμεθ᾽ ὄντως τοῦ νέου τούτου θεοῦ,
ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
ΧΟ. ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὰς τὰς θύρας ἀφιγμένη,
ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
ΓΡ. φέρε νυν, ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
965 ΧΡ. μὴ δῆτ᾽· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
ἀλλ᾽ ὅ τι μάλιστ᾽ ἐλήλυθας λέγειν σ᾽ ἐχρῆν.
ΓΡ. πέπονθα δεινὰ καὶ παράνομ᾽, ὦ φίλτατε·
ἀφ᾽ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
ἀβίωτον εἶναί μοι πεπόηκε τὸν βίον.
970 ΧΡ. τί δ᾽ ἐστίν; ἦ που καὶ σὺ συκοφάντρια
ἐν ταῖς γυναιξὶν ἦσθα; ΓΡ. μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
ΧΡ. ἀλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῷ γράμματι;
ΓΡ. σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
ΧΡ. οὔκουν ἐρεῖς ἁνύσασα τὸν κνισμὸν τίνα;
975 ΓΡ. ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
πενιχρὸν μέν, ἄλλως δ᾽ εὐπρόσωπον καὶ καλὸν
καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,
ἅπαντ᾽ ἐποίει κοσμίως μοι καὶ καλῶς·
ἐγὼ δ᾽ ἐκείνῳ γ᾽ αὖ τὰ πάνθ᾽ ὑπηρέτουν.
980 ΧΡ. τί δ᾽ ἦν ὅ τι σου μάλιστ᾽ ἐδεῖθ᾽ ἑκάστοτε;
ΓΡ. οὐ πολλά· καὶ γὰρ ἐκνομίως μ᾽ ᾐσχύνετο.
ἀλλ᾽ ἀργυρίου δραχμὰς ἂν ᾔτησ᾽ εἴκοσιν
εἰς ἱμάτιον, ὀκτὼ δ᾽ ἂν εἰς ὑποδήματα·
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
985 ἐκέλευσεν ἂν τῇ μητρί θ᾽ ἱματίδιον·
πυρῶν τ᾽ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
ΧΡ. οὐ πολλὰ τοίνυν, μὰ τὸν Ἀπόλλω, ταῦτά γε
εἴρηκας· ἀλλὰ δῆλον ὅτι σ᾽ ᾐσχύνετο.
ΓΡ. καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
990 αἰτεῖν μ᾽ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
ΧΡ. λέγεις ἐρῶντ᾽ ἄνθρωπον ἐκνομιώτατα.
ΓΡ. ἀλλ᾽ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
995 ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
ἐπόντα πεμψάσης ὑπειπούσης θ᾽ ὅτι
εἰς ἑσπέραν ἥξοιμι— ΧΡ. τί ἔδρασ᾽; εἰπέ μοι.
ΓΡ. ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
1000 ἐφ᾽ ᾧτ᾽ ἐκεῖσε μηδέποτέ μ᾽ ἐλθεῖν ἔτι,
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
«πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.»
ΧΡ. δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν.
ἔπειτα πλουτῶν οὐκέθ᾽ ἥδεται φακῇ·
1005 πρὸ τοῦ δ᾽ ὑπὸ τῆς πενίας ἅπαντ᾽ ἐπήσθιεν.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου