885 ΚΑ. ἀλλ᾽ οὐδέν᾽ ἔστι συκοφάντου δήγματος.
ΣΥ. ἆρ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ πολλή; σκώπτετον,
ὅ τι δὲ ποεῖτον ἐνθάδ᾽ οὐκ εἰρήκατον.
οὐκ ἐπ᾽ ἀγαθῷ γὰρ ἐνθάδ᾽ ἐστὸν οὐδενί.
ΚΑ. μὰ τὸν Δί᾽ οὔκουν τῷ γε σῷ, σάφ᾽ ἴσθ᾽ ὅτι.
890 ΣΥ. ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
ΔΙ. ὡς δὴ ᾽π᾽ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης— ΚΑ. μηδενός γ᾽ ἐμπλήμενος.
ΣΥ. ἀρνεῖσθον; ἔνδον ἐστίν, ὦ μιαρωτάτω,
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
895 ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
ΚΑ. κακόδαιμον, ὀσφραίνει τι; ΔΙ. τοῦ ψύχους γ᾽ ἴσως.
ἐπεὶ τοιοῦτόν γ᾽ ἀμπέχεται τριβώνιον.
ΣΥ. ταῦτ᾽ οὖν ἀνασχέτ᾽ ἐστίν, ὦ Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμ᾽; οἴμ᾽ ὡς ἄχθομαι
900 ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
ΔΙ. σὺ φιλόπολις καὶ χρηστός; ΣΥ. ὡς οὐδείς γ᾽ ἀνήρ.
ΔΙ. καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι. ΣΥ. τὸ τί;
ΔΙ. γεωργὸς εἶ; ΣΥ. μελαγχολᾶν μ᾽ οὕτως οἴει;
ΔΙ. Ἀλλ᾽ ἔμπορος; ΣΥ. ναί, σκήπτομαί γ᾽, ὅταν τύχω.
905 ΔΙ. τί δαί; τέχνην τιν᾽ ἔμαθες; ΣΥ. οὐ μὰ τὸν Δία.
ΔΙ. πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
ΣΥ. τῶν τῆς πόλεώς εἰμ᾽ ἐπιμελητὴς πραγμάτων
καὶ τῶν ἰδίων πάντων. ΔΙ. σύ; τί μαθών; ΣΥ. βούλομαι.
ΔΙ. πῶς οὖν ἂν εἴης χρηστός, ὦ τοιχωρύχε,
910 εἴ σοι προσῆκον μηδὲν εἶτ᾽ ἀπεχθάνει;
ΣΥ. οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
εὐεργετεῖν, ὦ κέπφε, καθ᾽ ὅσον ἂν σθένω;
ΔΙ. εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
ΣΥ. τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
915 καὶ μὴ ᾽πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
ΔΙ. οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
ἄρχειν καθίστησιν; ΣΥ. κατηγορεῖ δὲ τίς;
ΔΙ. ὁ βουλόμενος. ΣΥ. οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ.
ὥστ᾽ εἰς ἔμ᾽ ἥκει τῆς πόλεως τὰ πράγματα.
920 ΔΙ. νὴ Δία, πονηρόν γ᾽ ἆρα προστάτην ἔχει.
ἐκεῖνο δ᾽ οὐ βούλοι᾽ ἄν, ἡσυχίαν ἔχων
ζῆν ἀργός; ΣΥ. ἀλλὰ προβατίου βίον λέγεις,
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
ΔΙ. οὐδ᾽ ἂν μεταμάθοις; ΣΥ. οὐδ᾽ ἂν εἰ δοίης γέ μοι
925 τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου