ΚΑ. τίς ἔσθ᾽ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
οὐδείς, ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον
φθεγγόμενον ἄλλως κλαυσιᾷ. ΕΡΜΗΣ. σέ τοι λέγω,
1100 ὁ Καρίων, ἀνάμεινον. ΚΑ. οὗτος, εἰπέ μοι,
σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
ΕΡ. μὰ Δί᾽, ἀλλ᾽ ἔμελλον· εἶτ᾽ ἀνέῳξάς με φθάσας.
ἀλλ᾽ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
ἔπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
1105 ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
ἔπειτα σαυτόν, εἶτα τὴν ὗν. ΚΑ. εἰπέ μοι,
τί δ᾽ ἐστίν; ΕΡ. ὁ Ζεὺς, ὦ πόνηρε, βούλεται
εἰς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
ἁπαξάπαντας εἰς τὸ βάραθρον ἐμβαλεῖν.
1110 ΚΑ. ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
ἀτὰρ διὰ τί δὴ ταῦτ᾽ ἐπιβουλεύει ποεῖν
ἡμᾶς; ΕΡ. ὁτιὴ δεινότατα πάντων πραγμάτων
εἴργασθ᾽. ἀφ᾽ οὗ γὰρ ἤρξατ᾽ ἐξ ἀρχῆς βλέπειν
ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
1115 οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ᾽ οὐδὲ ἓν
ἡμῖν ἔτι θύει τοῖς θεοῖς. ΚΑ. μὰ Δί᾽, οὐδέ γε
θύσει· κακῶς γὰρ ἐπεμελεῖσθ᾽ ἡμῶν τότε.
ΕΡ. καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
ἐγὼ δ᾽ ἀπόλωλα κἀπιτέτριμμαι. ΚΑ. σωφρονεῖς.
1120 ΕΡ. πρότερον γὰρ εἶχον ‹ἂν› παρὰ ταῖς καπηλίσιν
πάντ᾽ ἀγάθ᾽· ἕωθεν εὐθύς, οἰνοῦτταν, μέλι,
ἰσχάδας, ὅσ᾽ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·
νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
ΚΑ. οὔκουν δικαίως, ὅστις ἐπόεις ζημίαν
1125 ἐνίοτε τοιαῦτ᾽ ἀγάθ᾽ ἔχων; ΕΡ. οἴμοι τάλας,
οἴμοι πλακοῦντος τοῦ ᾽ν τετράδι πεπεμμένου.
ΚΑ. «ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.»
ΕΡ. οἴμοι δὲ κωλῆς ἧς ἐγὼ κατήσθιον—
ΚΑ. ἀσκωλίαζ᾽ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
1130 ΕΡ. σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.
ΚΑ. ὀδύνη σε περὶ τὰ σπλάγχν᾽ ἔοικέ τις στρέφειν.
ΕΡ. οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
ΚΑ. ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου