Δευτέρα 7 Οκτωβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (1067-1096)

ΝΕ.
πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
ΓΡ. μὰ τὴν Ἀφροδίτην, οὐκ ἐμοῦ γ᾽, ὦ βδελυρὲ σύ.
1070 ΧΡ. μὰ τὴν Ἑκάτην, οὐ δῆτα· μαινοίμην γὰρ ἄν.
ἀλλ᾽, ὦ νεανίσκ᾽, οὐκ ἐῶ τὴν μείρακα
μισεῖν σε ταύτην. ΝΕ. ἀλλ᾽ ἔγωγ᾽ ὑπερφιλῶ.
ΧΡ. καὶ μὴν κατηγορεῖ γέ σου. ΝΕ. τί κατηγορεῖ;
ΧΡ. εἶναί σ᾽ ὑβριστήν φησι καὶ λέγειν ὅτι
1075 «πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.»
ΝΕ. ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι. ΧΡ. τὸ τί;
ΝΕ. αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν· ἐπεὶ
οὐκ ἄν ποτ᾽ ἄλλῳ τοῦτ᾽ ἐπέτρεπον ‹ἂν› ποεῖν.
νῦν δ᾽ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.
1080 ΧΡ. οἶδ᾽, οἶδα τὸν νοῦν· οὐκέτ᾽ ἀξιοῖς ἴσως
εἶναι μετ᾽ αὐτῆς. ΓΡ. ὁ δ᾽ ἐπιτρέψων ἐστὶ τίς;
ΝΕ. οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
ὑπὸ μυρίων τε τῶνδε καὶ τρισχιλίων.
ΧΡ. ὅμως δ᾽ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
1085 πίνειν, συνεκποτέ᾽ ἐστί σοι καὶ τὴν τρύγα.
ΝΕ. ἀλλ᾽ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.
ΧΡ. οὐκοῦν τρύγοιπος ταῦτα πάντ᾽ ἰάσεται.
ἀλλ᾽ εἴσιθ᾽ εἴσω. ΝΕ. τῷ θεῷ γοῦν βούλομαι
ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ᾽ οὓς ἔχω.
1090 ΓΡ. ἐγὼ δέ γ᾽ αὐτῷ καὶ φράσαι τι βούλομαι.
ΝΕ. ἐγὼ δέ γ᾽ οὐκ εἴσειμι. ΧΡ. θάρρει, μὴ φοβοῦ·
οὐ γὰρ βιάσεται. ΝΕ. πάνυ καλῶς τοίνυν λέγεις.
ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.
ΓΡ. βάδιζ᾽· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.
1095 ΧΡ. ὡς εὐτόνως, ὦ Ζεῦ βασιλεῦ, τὸ γρᾴδιον
ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου