Τρίτη 24 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (571-618)

ΧΡ. ἀλλ᾽ οὐ ψεύδει τούτων γ᾽ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
ἀτὰρ οὐχ ἧττόν γ᾽ οὐδὲν κλαύσει, —μηδὲν ταύτῃ γε κομήσῃς—,
ὁτιὴ ζητεῖς τοῦτ᾽ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
πενία πλούτου. ΠΕ. καὶ σύ γ᾽ ἐλέγξαι μ᾽ οὔπω δύνασαι περὶ τούτου,
575 ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. ΧΡ. καὶ πῶς φεύγουσί σ᾽ ἅπαντες;
ΠΕ. ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ᾽ ἔστι μάλιστα
ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ᾽ ἐστὶ δίκαιον.
ΧΡ. τὸν Δία φήσεις ἆρ᾽ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·
580 κἀκεῖνος γὰρ τὸν πλοῦτον ἔχει. ΒΛ. ταύτην δ᾽ ἡμῖν ἀποπέμπει.
ΠΕ. ἀλλ᾽, ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ᾽ ἤδη φανερῶς σε διδάξω.
εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι᾽ ἔτους πέμπτου ξυναγείρει,
585 ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας
κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.
ΧΡ. οὔκουν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν πλοῦτον ἐκεῖνος;
φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
λήροις ἀναδῶν τοὺς νικῶντας τὸν πλοῦτον ἐᾷ παρ᾽ ἑαυτῷ.
590 ΠΕ. πολὺ τῆς πενίας πρᾶγμ᾽ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,
εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ᾽ οὑτωσὶ καὶ φιλοκερδής.
ΧΡ. ἀλλὰ σέ ‹γ᾽› ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.
ΠΕ. τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ᾽ ἔστ᾽ ἀγάθ᾽ ὑμῖν
διὰ τὴν πενίαν. ΧΡ. παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
595 εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν᾽ ἀποπέμπειν,
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
ἔτι μηδ᾽ ὁτιοῦν.
600 οὐ γὰρ πείσεις, οὐδ᾽ ἢν πείσῃς.
ΠΕ. ὦ πόλις Ἄργους, κλύεθ᾽ οἷα λέγει.
ΧΡ. Παύσωνα κάλει τὸν ξύσσιτον.
ΠΕ. τί πάθω τλήμων;
ΧΡ. ἔρρ᾽ ἐς κόρακας θᾶττον ἀφ᾽ ἡμῶν.
605 ΠΕ. εἶμι δὲ ποῖ γῆς;
ΧΡ. εἰς τὸν κύφων᾽· ἀλλ᾽ οὐ μέλλειν
χρῆν σ᾽, ἀλλ᾽ ἁνύειν.
ΠΕ. ἦ μὴν ὑμεῖς γ᾽ ἔτι μ᾽ ἐνταυθοῖ
μεταπέμψεσθον.
610 ΧΡ. τότε νοστήσεις· νῦν δὲ φθείρου.
κρεῖττον γάρ μοι πλουτεῖν ἐστιν,
σὲ δ᾽ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
ΒΛ. νὴ Δί᾽ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
εὐωχεῖσθαι μετὰ τῶν παίδων
615 τῆς τε γυναικός, καὶ λουσάμενος
λιπαρὸς χωρῶν ἐκ βαλανείου
τῶν χειροτεχνῶν
καὶ τῆς πενίας καταπαρδεῖν.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου