Παρασκευή 20 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (415-453)

ΠΕΝΙΑ
415 ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε,
ποῖ ποῖ τί φεύγετον; οὐ μενεῖτον;
ΒΛ. Ἡράκλεις. ΠΕ. ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
420 ἀλλ᾽ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
οὔτε θεὸς οὔτ᾽ ἄνθρωπος. ὥστ᾽ ἀπολώλατον.
ΧΡ. σὺ δ᾽ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
ΒΛ. ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
425 ΧΡ. ἀλλ᾽ οὐκ ἔχει γὰρ δᾷδας. ΒΛ. οὐκοῦν κλαύσεται.
ΠΕ. οἴεσθε δ᾽ εἶναι τίνα με; ΧΡ. πανδοκεύτριαν
ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
ἐνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
ΠΕ. ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
430 ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
ΧΡ. οὔκουν ὑπόλοιπόν σοι τὸ βάραθρον γίγνεται;
ἀλλ᾽ ἥτις εἶ λέγειν σ᾽ ἐχρῆν αὐτίκα μάλα.
ΠΕ. ἣ σφὼ ποήσω τήμερον δοῦναι δίκην
ἀνθ᾽ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ᾽ ἀφανίσαι.
435 ΒΛ. ἆρ᾽ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
ΠΕ. Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ᾽ ἔτη.
ΒΛ. ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
ΧΡ. οὗτος, τί δρᾶς; ὦ δειλότατον σὺ θηρίον,
440 οὐ παραμενεῖς; ΒΛ. ἥκιστα πάντων. ΧΡ. οὐ μενεῖς;
ἀλλ᾽ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
ΒΛ. Πενία γάρ ἐστιν, ὦ πόνηρ᾽, ἧς οὐδαμοῦ
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
ΧΡ. στῆθ᾽, ἀντιβολῶ σε, στῆθι. ΒΛ. μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
445 ΧΡ. καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
ἔργων ἁπάντων ἐργασόμεθ᾽, εἰ τὸν θεὸν
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
ΒΛ. ποίοισιν ὅπλοις ἢ δυνάμει πεποιθότε;
450 ποῖον γὰρ οὐ θώρακα, ποίαν δ᾽ ἀσπίδα
οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
ΧΡ. θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ᾽ ὅτι
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου