200 ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ᾽ ἐγένοντο
γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δ᾽ ὠνητὴ τέκε μήτηρ
παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι·
205 ὃς τότ᾽ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
ἀλλ᾽ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
210 αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί᾽ ἔνειμαν.
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
εἵνεκ᾽ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
οὐδὲ φυγοπτόλεμος· νῦν δ᾽ ἤδη πάντα λέλοιπεν·
ἀλλ᾽ ἔμπης καλάμην γέ σ᾽ ὀΐομαι εἰσορόωντα
215 γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ᾽ ἔδοσαν καὶ Ἀθήνη
καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
220 ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσι.
τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
οὐδ᾽ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
225 καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
λυγρά, τά τ᾽ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
αὐτὰρ ἐμοὶ τὰ φίλ᾽ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
ἄλλος γάρ τ᾽ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
230 εἰνάκις ἀνδράσιν ἄρξα καὶ ὠκυπόροισι νέεσσιν
ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ᾽ ὀπίσσω
λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
δεινός τ᾽ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
235 ἀλλ᾽ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσαθ᾽, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε,
δὴ τότ᾽ ἔμ᾽ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
νήεσσ᾽ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
ἦεν ἀνήνασθαι, χαλεπὴ δ᾽ ἔχε δήμου φῆμις.
240 ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
οἴκαδε σὺν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς.
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσι
245 κουριδίῃ τ᾽ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
νῆας ἐῢ στείλαντα, σὺν ἀντιθέοις ἑτάροισιν.
ἐννέα νῆας στεῖλα, θοῶς δ᾽ ἐσαγείρετο λαός.
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
250 δαίνυντ᾽· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
ἑβδομάτῃ δ᾽ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
255 νηῶν πημάνθη, ἀλλ᾽ ἀσκηθέες καὶ ἄνουσοι
ἥμεθα, τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.
πεμπταῖοι δ᾽ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
260 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὄτρυνα νέεσθαι·
οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
265 αὐτούς τ᾽ ἔκτεινον· τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠόϊ φαινομένηφι
ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
270 μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.

***
Λοιπόν από την Κρήτη την ευρύχωρη καυχιέμαι πως κρατεί η γενιά μου,200 πως είμαι γιος πατέρα πλούσιου. Πολλά και τ᾽ άλλα αγόρια
που αναστήθηκαν στο αρχοντικό — γνήσια, γεννημένα
από τη νόμιμη γυναίκα του· εμένα μόνο η μάνα που με γέννησε
ήταν αγοραστή, μια παλλακίδα. Και μολοντούτο με τιμούσε
όμοια κι ίσα με τους γνήσιους γιους του ο Υλακίδης Κάστορας —
καμάρι μου που μ᾽ έσπειρε.
Γιατί στην Κρήτη ο κόσμος τον τιμούσε σαν θεό,
όλοι τους τον μακάριζαν για τα αγαθά, τα πλούτη του,
τα δοξασμένα του παιδιά.
Αλλά μια μέρα οι μαύρες μοίρες του θανάτου ήλθαν και τον κατέβασαν
στους δόμους του Άδη. Έβαλαν τότε κλήρο οι γιοι του,
και περήφανοι μοιράστηκαν το βιος του μεταξύ τους· σ᾽ εμένα μόνο
210 πρόσφεραν ελάχιστα και μόλις ένα σπιτικό.
Και μολαταύτα πήρα γυναίκα από σόι πολύκληρο
(το άξιζα· δεν ήμουν παρακατιανός μήτε δειλός στη μάχη) ·
τώρα μονάχα χάθηκαν τα πάντα.
Κι όμως φαντάζομαι πως, βλέποντας γυμνό καλάμι, μπορείς
να αναγνωρίσεις τον καρπό του, παρά τα τόσα πάθη
που μ᾽ έχουν πια τσακίσει.
Θάρρος μού χάρισαν η Αθηνά κι ο Άρης, στη μάχη
να χαλνώ την τάξη των εχθρών· κι όποτε διάλεγα
τους πιο γενναίους συντρόφους, καρτέρι για να στήσω,
στον νου μου κλώθοντας τον όλεθρο των αντιπάλων,
η θαρραλέα ψυχή μου ποτέ της δεν φοβήθηκε τον θάνατο·
220 πρώτος ορμούσα απ᾽ τους πρώτους, με δόρυ
αφάνιζα τον κάθε αντίμαχο, που το ᾽βαζε στα πόδια —
τέτοιος πολεμιστής υπήρξα.
Δεν αγαπούσα εγώ τη γη και τα χωράφια, τα οφέλη του σπιτιού
δεν με τραβούσαν, όπου προκόβουν τα καλά παιδιά.
Με συγκινούσαν πάντα τα καράβια, το κουπί κι ο πόλεμος,
καλοξυσμένα δόρατα και βέλη — άγρια πράγματα
που άλλοι τα τρέμουν και φοβούνται.
Εμένα η αγάπη μου σ᾽ αυτά προσηλωμένη, θαρρείς κι ένας θεός
τα είχε βάλει στην καρδιά μου· γιατί ο καθένας
βρίσκει απόλαυση σ᾽ άλλα κι αλλού.
Πριν καν πατήσουν πόδι των Αχαιών οι γιοι στην Τροία,
230 εννιά φορές εγώ κυβέρνησα στρατό· με πλοία γρήγορα, λες και πετούσαν,
σ᾽ αλλοδαπούς ανθρώπους φτάσαμε, όπου και μάζευα κάθε φορά
άφθονα λάφυρα — ξεχώριζα όσα η ψυχή μου επιθυμούσε,
αλλά μετά μου πέφτανε κι άλλα πολλά στον κλήρο.
Έτσι, ωφελήθηκε πολύ το σπίτι μου, κι οι Κρήτες δέχτηκαν
να με φοβούνται, να με σέβονται.
Αλλά όταν ο πανόπτης Δίας φαντάστηκε τη μισητή εκείνη οδό
που τόσα γόνατα γενναίων κατέλυσε, τότε κι εμένα
με εξωθούσαν, μαζί με τον διάσημο Ιδομενέα,
να κυβερνήσουμε καράβια, τραβώντας για την Τροία. Δεν σήκωνε
άρνηση, γιατί βαριά μας έπεφτε του κόσμου η δυσφήμηση.
240 Έτσι λοιπόν, εννέα χρόνια ολόκληρα δοθήκαμε στον πόλεμο
των Αχαιών οι γιοι. Κι όταν, πάνω στη δέκατη χρονιά, πατήσαμε
το κάστρο του Πριάμου και με τα πλοία πήραμε
τον δρόμο της επιστροφής, ένας θεός στους πέντε ανέμους
σκόρπισε τους Αργείους.
Στον άμοιρον εμένα ο Δίας πολύγνωμος γνωμάτευσε
άλλο βαρύ κακό· ένα μονάχα μήνα χάρηκα παιδιά, ομόκλινη γυναίκα
κι αγαθά. Μετά η ψυχή μου ξεσηκώθηκε, θέλησα
να αρμενίσω για την Αίγυπτο· αρμάτωσα καράβια,
ξεχώρισα λαμπρούς συντρόφους — ήσαν εννιά τα αρματωμένα πλοία
κι οι ναύτες μαζευτήκαν γρήγορα.
Έξι μερόνυχτα οι τιμημένοι εταίροι μου έτρωγαν κι έπιναν —
250 εγώ τους έστελνα σφάγια πολλά, θυσία να κάνουν στους θεούς,
να ᾽χουν όμως κι αυτοί γεμάτο το τραπέζι τους.
Έφεξε η μέρα η έβδομη, κι αφήνοντας απλόχωρη την Κρήτη,
πήραμε να αρμενίζουμε, με πρίμο αγέρι που φυσούσε αδιάκοπα —
ωραία κι εύκολα μας πήγαινε το βοριαδάκι, λες μας κατέβαζε
το ρεύμα μόνο του.
Ζημιά δεν έπαθε κανένα μου καράβι, όλοι γεροί,
με δίχως βλάβη, ήμαστε καθισμένοι· μας κυβερνούσε ο άνεμος
κι ο κάθε καπετάνιος στο τιμόνι.
Σε πέντε μόλις μέρες φτάσαμε στης Αιγύπτου τα ωραία νερά,
κι εκεί στον Νείλο ποταμό είπα να αράξουνε τα αμφίκυρτά μας πλοία,
όπου και δίνω εντολή στους τιμημένους μου συντρόφους
260 αυτού να μείνουν, πλάι στα πλοία, να ᾽χουνε στ᾽ άρμενα
τον νου τους· ακόμη τους παράγγειλα σκοπούς να βάλουν
ένα γύρο στις σκοπιές.
Εκείνοι ωστόσο έχασαν τον νου τους, ενέδωσαν στο θράσος τους
και πήραν να πατούν των Αιγυπτίων τους περίκαλλους αγρούς,
να σέρνουν γυναίκες και παιδιά, τους άντρες να σκοτώνουν.
Ανέβηκε όμως γρήγορα στην πόλη η ταραχή· οπότε εκείνοι
τη φωνή ακούγοντας, μόλις ξημέρωσε η αυγή,
κατέφθασαν. Άξαφνα γέμισε ο κάμπος όλος με πεζούς, ιππείς,
κι άστραψε ο τόπος από χάλκινα όπλα. Τότε κι ο Δίας κεραύνιος
φύτεψε στους συντρόφους μου φόβο δειλό, που πια κανείς δεν τόλμησε
να κρατηθεί αντιμέτωπος — από παντού τους κύκλωσε όλους
270 ο τρόμος του κακού.
Τότε πολλούς ανάμεσά μας έσφαξαν τα χάλκινά τους ξίφη,
άλλους τους πήραν ζωντανούς, να τους δουλεύουν σκλάβοι.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου