Παρασκευή 1 Απριλίου 2022

Ανθολόγιο Αττικής Πεζογραφίας

ΑΙΣΧΙΝΗΣ, ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ

ΑΙΣΧΙΝ 1.177–184

Σύγκριση της στάσης Αθηναίων και Σπαρτιατών απέναντι στους προικισμένους ρήτορες


[177] Ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, ἐὰν μὲν κολάζητε τοὺς
ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν
δ’ ἀφιῆτε, καλοὶ μέν, κύριοι δ’ οὐκέτι. ὧν δ’ ἕνεκα ταῦτα
λέγω, οὐκ ὀκνήσω πρὸς ὑμᾶς παρρησιάσασθαι. ἔσται δ’
ὁ λόγος ἐπὶ παραδείγματος. διὰ τί οἴεσθε, ὦ ἄνδρες Ἀθη-
ναῖοι, τοὺς νόμους μὲν καλῶς κεῖσθαι, τὰ δὲ ψηφίσματα
εἶναι τὰ τῆς πόλεως καταδεέστερα, καὶ τὰς κρίσεις ἐνίοτε
τὰς ἐν τοῖς δικαστηρίοις ἔχειν ἐπιπλήξεις; ἐγὼ τὰς τούτων
αἰτίας ἐπιδείξω. [178] ὅτι τοὺς μὲν νόμους τίθεσθε ἐπὶ πᾶσι
δικαίοις, οὔτε κέρδους ἕνεκ’ ἀδίκου, οὔτε χάριτος οὔτ’
ἔχθρας, ἀλλὰ πρὸς αὐτὸ μόνον τὸ δίκαιον καὶ τὸ συμφέρον
ἀποβλέποντες· ἐπιδέξιοι δ’ οἶμαι φύντες ἑτέρων μᾶλλον,
εἰκότως καλλίστους νόμους τίθεσθε. ἐν δὲ ταῖς ἐκκλησίαις
καὶ τοῖς δικαστηρίοις πολλάκις ἀφέμενοι τῶν εἰς αὐτὸ τὸ
πρᾶγμα λόγων, ὑπὸ τῆς ἀπάτης καὶ τῶν ἀλαζονευμάτων
ὑπάγεσθε, καὶ πάντων ἀδικώτατον ἔθος εἰς τοὺς ἀγῶνας
παραδέχεσθε· ἐᾶτε γὰρ τοὺς ἀπολογουμένους ἀντικατη-
γορεῖν τῶν κατηγορούντων. [179] ἐπειδὰν δ’ ἀπὸ τῆς ἀπολογίας
ἀποσπασθῆτε καὶ τὰς ψυχὰς ἐφ’ ἑτέρων γένησθε, εἰς
λήθην ἐμπεσόντες τῆς κατηγορίας, ἐξέρχεσθ’ ἐκ τῶν
δικαστηρίων, οὐδὲ παρ’ ἑτέρου δίκην εἰληφότες, οὔτε παρὰ
τοῦ κατηγόρου, ψῆφος γὰρ κατ’ αὐτοῦ οὐ δίδοται, οὔτε
παρὰ τοῦ ἀπολογουμένου, ταῖς γὰρ ἀλλοτρίαις αἰτίαις
ἀποτριψάμενος τὰ ὑπάρχοντα αὑτῷ ἐγκλήματα ἐκπέφευ-
γεν ἐκ τοῦ δικαστηρίου· οἱ δὲ νόμοι καταλύονται καὶ ἡ
δημοκρατία διαφθείρεται καὶ τὸ ἔθος ἐπὶ πολὺ προβαίνει·
εὐχερῶς γὰρ ἐνίοτε λόγον ἄνευ χρηστοῦ βίου προσδέχεσθε.


[180] Ἀλλ’ οὐ Λακεδαιμόνιοι· καλὸν δ’ ἐστὶ καὶ τὰς ξενικὰς
ἀρετὰς μιμεῖσθαι. δημηγοροῦντος γάρ τινος ἐν τῇ τῶν
Λακεδαιμονίων ἐκκλησίᾳ, ἀνδρὸς βεβιωκότος μὲν αἰσχρῶς,
λέγειν δ’ εἰς ὑπερβολὴν δυνατοῦ, καὶ τῶν Λακεδαιμονίων,
ὥς φασι, κατὰ τὴν ἐκείνου γνώμην ψηφίζεσθαι μελλόντων,
παρελθών τις τῶν γερόντων, οὓς ἐκεῖνοι καὶ αἰσχύνονται
καὶ δεδίασι, καὶ τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν
μεγίστην εἶναι νομίζουσι, καθιστᾶσι δ’ αὐτοὺς ἐκ τῶν ἐκ
παιδὸς εἰς γῆρας σωφρόνων, τούτων εἷς, ὡς λέγεται,
παρελθὼν ἰσχυρῶς ἐπέπληξε τοῖς Λακεδαιμονίοις, καί τι
τοιοῦτον κατ’ αὐτῶν ἐβλασφήμησεν, ὡς οὐ πολὺν χρόνον
τὴν Σπάρτην ἀπόρθητον οἰκήσουσι, τοιούτοις ἐν ταῖς
ἐκκλησίαις συμβούλοις χρώμενοι. [181] ἅμα δὲ παρακαλέσας
ἄλλον τινὰ τῶν Λακεδαιμονίων, ἄνδρα λέγειν μὲν οὐκ
εὐφυᾶ, τὰ δὲ κατὰ πόλεμον λαμπρὸν καὶ πρὸς δικαιοσύνην
καὶ ἐγκράτειαν διαφέροντα, ἐπέταξεν αὐτῷ τὰς αὐτὰς
εἰπεῖν γνώμας οὕτως ὅπως ἂν δύνηται, ἃς εἶπεν ὁ πρότερος
ῥήτωρ, «Ἵνα», ἔφη, «οἱ Λακεδαιμόνιοι ἀνδρὸς ἀγαθοῦ φθεγ-
ξαμένου ψηφίσωνται, τὰς δὲ τῶν ἀποδεδειλιακότων καὶ
πονηρῶν ἀνθρώπων φωνὰς μηδὲ τοῖς ὠσὶ προσδέχωνται.»
ταῦθ’ ὁ γέρων ὁ ἐκ παιδὸς σεσωφρονηκὼς παρῄνεσε τοῖς
ἑαυτοῦ πολίταις. ταχύ γ’ ἂν Τίμαρχον ἢ τὸν κίναιδον
Δημοσθένην εἴασε πολιτεύεσθαι.


[182] Ἵνα δὲ μὴ δοκῶ Λακεδαιμονίους θεραπεύειν, καὶ τῶν
ἡμετέρων προγόνων μνησθήσομαι. οὕτω γὰρ ἦσαν πρὸς
τὰς αἰσχύνας χαλεποί, καὶ περὶ πλείστου τῶν τέκνων τὴν
σωφροσύνην ἐποιοῦντο, ὥστ’ ἀνὴρ εἷς τῶν πολιτῶν, εὑρὼν
τὴν ἑαυτοῦ θυγατέρα διεφθαρμένην, καὶ τὴν ἡλικίαν οὐ
καλῶς διαφυλάξασαν μέχρι γάμου, ἐγκατῳκοδόμησεν
αὐτὴν μεθ’ ἵππου εἰς ἔρημον οἰκίαν, ὑφ’ οὗ προδήλως
ἔμελλεν ἀπολεῖσθαι συγκαθειργμένη. καὶ ἔτι καὶ νῦν τῆς
οἰκίας ταύτης ἕστηκε τὰ οἰκόπεδα ἐν τῷ ὑμετέρῳ ἄστει,
καὶ ὁ τόπος οὗτος καλεῖται παρ’ ἵππον καὶ κόρην. [183] ὁ δὲ
Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος γέγραφεν ἀρχαίως
καὶ σεμνῶς περὶ τῆς τῶν γυναικῶν εὐκοσμίας. τὴν γὰρ
γυναῖκα ἐφ’ ᾗ ἂν ἁλῷ μοιχός, οὐκ ἐᾷ κοσμεῖσθαι, οὐδὲ εἰς
τὰ δημοτελῆ ἱερὰ εἰσιέναι, ἵνα μὴ τὰς ἀναμαρτήτους τῶν
γυναικῶν ἀναμειγνυμένη διαφθείρῃ· ἐὰν δ’ εἰσίῃ ἢ
κοσμῆται, τὸν ἐντυχόντα κελεύει καταρρηγνύναι τὰ ἱμάτια
καὶ τὸν κόσμον ἀφαιρεῖσθαι καὶ τύπτειν, εἰργόμενον
θανάτου καὶ τοῦ ἀνάπηρον ποιῆσαι, ἀτιμῶν τὴν τοιαύτην
γυναῖκα καὶ τὸν βίον ἀβίωτον αὐτῇ κατασκευάζων. [184] καὶ τὰς
προαγωγοὺς καὶ τοὺς προαγωγοὺς γράφεσθαι κελεύει, κἂν
ἁλῶσι, θανάτῳ ζημιοῦν, ὅτι τῶν ἐξαμαρτάνειν ἐπιθυμούν-
των ὀκνούντων καὶ αἰσχυνομένων ἀλλήλοις ἐντυγχάνειν,
αὐτοὶ τὴν αὑτῶν ἀναίδειαν παρασχόντες ἐπὶ μισθῷ τὸ
πρᾶγμα εἰς διάπειραν καὶ λόγον κατέστησαν.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου