οὔτε ποτ᾽ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ᾽ ὅσσον ἄριστοι
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
370 οἱ δ᾽ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
εὔκηλοι πολέμιζον ὑπ᾽ αἰθέρι, πέπτατο δ᾽ αὐγὴ
ἠελίου ὀξεῖα, νέφος δ᾽ οὐ φαίνετο πάσης
γαίης οὐδ᾽ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο,
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα,
375 πολλὸν ἀφεσταότες. τοὶ δ᾽ ἐν μέσῳ ἄλγε᾽ ἔπασχον
ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
ὅσσοι ἄριστοι ἔσαν· δύο δ᾽ οὔ πω φῶτε πεπύσθην,
ἀνέρε κυδαλίμω, Θρασυμήδης Ἀντίλοχός τε,
Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ᾽ ἔτ᾽ ἔφαντο
380 ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
τὼ δ᾽ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ,
ὀτρύνων πόλεμόνδε μελαινάων ἀπὸ νηῶν.
Τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
385 ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
γούνατά τε κνῆμαί τε πόδες θ᾽ ὑπένερθεν ἑκάστου
χεῖρές τ᾽ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
390 λαοῖσιν δώῃ τανύειν, μεθύουσαν ἀλοιφῇ·
δεξάμενοι δ᾽ ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ᾽, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ᾽ ἀλοιφὴ
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό·
ὣς οἵ γ᾽ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
395 εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμός,
Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
νῆας ἔπι γλαφυράς· περὶ δ᾽ αὐτοῦ μῶλος ὀρώρει
ἄγριος· οὐδέ κ᾽ Ἄρης λαοσσόος οὐδέ κ᾽ Ἀθήνη
τόν γε ἰδοῦσ᾽ ὀνόσαιτ᾽, οὐδ᾽ εἰ μάλα μιν χόλος ἵκοι·
400 τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ᾽ ἄρα πώ τι
ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
πολλὸν γὰρ ῥ᾽ ἀπάνευθε νεῶν μάρναντο θοάων,
τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
405 τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν,
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
410 δὴ τότε γ᾽ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
μήτηρ, ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ᾽ ἑταῖρος.
Οἱ δ᾽ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ᾽ ἔχοντες
νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
415 «ὦ φίλοι, οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
νῆας ἔπι γλαφυράς, ἀλλ᾽ αὐτοῦ γαῖα μέλαινα
πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη,
εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.»
420 Ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·
«ὦ φίλοι, εἰ καὶ μοῖρα παρ᾽ ἀνέρι τῷδε δαμῆναι
πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.»

***
Έτσι ωσάν φλόγα εμάχοντο και θα ᾽λεγες πως μήτεο ήλιος εσώζονταν μήτε η σελήνη πλέον·
ότι σκοτάδι εσκέπαζε τους πολεμάρχους όλους
που εστέκονταν κι εμάχοντο στον Πάτροκλον τριγύρω·
370 ως οι άλλοι Τρώες και Αχαιοί με ανάσα επολεμούσαν
εις τον αέρα ολόλαμπρον από το φως του ηλίου,
και νέφος δεν εφαίνονταν στην γην μηδέ στα όρη,
κι είχαν και ξανασάματα μακρόθεν πολεμώντας
κι εξέφευγαν, ως έπεφταν, τα πικροφόρ᾽ ακόντια·
375 ενώ στην μέσην φοβερά πεθαίναν απ᾽ το σκότος
και από τες λόγχες των εχθρών οι πολεμάρχοι πρώτοι.
Κι ήρωες δύο δοξαστοί δεν είχαν μάθει ακόμη,
ο Αντίλοχος και, αυτάδελφος εκείνου, ο Θρασυμήδης,
πόπεσ᾽ ο θείος Πάτροκλος, κι ενόμιζαν που εκείνος
380 στην σειράν πρώτων ζωντανός τους Τρώας πολεμούσε.
Και ως των συντρόφων την φυγήν φοβούνται και τον φόνον,
ξεχωρισμένοι εμάχονταν, ως είχε παραγγείλει
ο Νέστωρ που τους έστειλε στην μάχην απ᾽ τα πλοία.
Κι είχαν με πείσμα ολήμερον δεινού πολέμου αγώνα
385 και απ᾽ τον κόπον ίδρωτας δεν έπαυε να ραίνει
τες κνήμες των, τα γόνατα, τα πόδια και τα χέρια,
πατόκορφα ως τα βλέφαρα, καθώς αγωνιζόνταν
για τον λαμπρόν ακόλουθον του θείου Αχιλλέως.
Και ως άνθρωπος των νέων του να του τανύσουν δίνει
390μεγάλου ταύρου τόμαρο με πάχος ποτισμένο
και χωρισμένοι γύρωθεν εκείνοι το τεντώνουν
και ως φεύγ᾽ η νότια μέσα του ρουφά το πάχος όλο,
και ωσάν τραβιέται από πολλούς τεντώνεται ως την άκρα·
όμοια σ᾽ αυτήν την σπιθαμήν εκείνοι αντιτραβούσαν
395εδώθ᾽ εκείθε τον νεκρόν, κι οι Τρώες να τον σύρουν
άνω στην Ίλιον έλπιζαν κι οι Δαναοί στα πλοία.
Και γύρω του άγριος μάνιζεν ο πόλεμος, πως μήτε
εάν τους έβλεπ᾽ η Αθηνά μήτ᾽ ο ανδρεγέρτης Άρης
ποσώς δεν θα τους έλεγαν, όσον και αν τους μισούσε.
400 Τέτοιον ο Ζευς στον Πάτροκλον επάνω ανδρών και ίππων
σκληρόν αγώνα ετέντωσεν εκείνην την ημέραν.
Και που ᾽χε πέσει ο Πάτροκλος δεν γνώριζε ο Πηλείδης
ότι απ᾽ τα πλοία ξέμακρα, στα τείχη εμπρός της Τροίας
επολεμούσαν. Ώστε αυτός δεν το ᾽λπιζε να πέσει,
405 θαρρώντας ότι ζωντανός, αφού στες πύλες φθάσει
θενά γυρίσει. Ότι ποσώς δεν έλπιζε ότι εκείνος
χωρίς αυτόν, ή και μ᾽ αυτόν, την πόλιν θα πορθήσει,
ότι πολλές το άκουσε φορές απ᾽ την μητέρα
πως του εφανέρωνε κρυφά το νου του υψίστου Δία.
410 Αλλά δεν του ᾽πε το κακόν, όσο κατόπι εγίνη,
η μάνα του, ότι ο σύντροφος εχάθη ο ποθητός του.
Και άπαντα γύρ᾽ απ᾽ τον νεκρόν τ᾽ ακονητά κοντάρια
έσμιγαν κείνοι αντίστηθα κι επλήθαιναν οι φόνοι.
Και των ανδρείων Αχαιών, κάποιος ευρέθη κι είπε:
415 «Ω φίλοι, δε θα ᾽ν᾽ ένδοξο για μας προς τα καράβια
να γύρομε· αλλ᾽ η μαύρη γη στα πόδια μας ν᾽ ανοίξει
θα ήταν ποθητότερο και να χαθούμεν όλοι,
εάν τούτον θ᾽ αφήσομεν στους ιπποδάμους Τρώας,
να σύρουν εις την πόλιν τους και δόξαν ν᾽ αποκτήσουν».
420 Και κάποιος πάλιν έλεγε των γενναιοψύχων Τρώων:
«Στο πλάγι, ω φίλοι, αυτού του ανδρός να πέσομε όλοι αντάμα
η μοίρ᾽ αν θέλει, ασάλευτοι σταθείτε στον αγώνα».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου