420 χέρσ᾽ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
κέκλετ᾽ ἄρ᾽ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·
«αἰδώς, ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.
ἀντήσω γὰρ ἐγὼ τοῦδ᾽ ἀνέρος, ὄφρα δαείω
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
425 Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν.»
Ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Πάτροκλος δ᾽ ἑτέρωθεν, ἐπεὶ ἴδεν, ἔκθορε δίφρου.
οἱ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
πέτρῃ ἐφ᾽ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
430 ὣς οἱ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
«ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα, φίλτατον ἀνδρῶν,
μοῖρ᾽ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
435 διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη·
440 «αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες.
ἄνδρα θνητὸν ἐόντα, πάλαι πεπρωμένον αἴσῃ,
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
ἔρδ᾽· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
445 αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὅνδε δόμονδε,
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
450 ἀλλ᾽ εἴ τοι φίλος ἐστί, τεὸν δ᾽ ὀλοφύρεται ἦτορ,
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
χέρσ᾽ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,
πέμπειν μιν Θάνατόν τε φέρειν καὶ νήδυμον Ὕπνον,
455 εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
460 παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
φθίσειν ἐν Τροίῃ ἐριβώλακι, τηλόθι πάτρης.
Οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
ἔνθ᾽ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
ὅς ῥ᾽ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
465 τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
Σαρπηδὼν δ᾽ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
δεύτερον ὁρμηθείς, ὁ δὲ Πήδασον οὔτασεν ἵππον
ἔγχεϊ δεξιὸν ὦμον· ὁ δ᾽ ἔβραχε θυμὸν ἀΐσθων,
κὰδ δὲ πέσ᾽ ἐν κονίῃσι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός.
470 τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
σύγχυτ᾽, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
ἀΐξας ἀπέκοψε παρήορον οὐδὲ μάτησε·
475 τὼ δ᾽ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
τὼ δ᾽ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.

***
Και τότε ο μέγας Σαρπηδών άμ᾽ είδε του Πατρόκλου420 από το χέρ᾽ οι άζωστοι να πέφτουν σύντροφοί του,
τους ισοθέους φώναζε και ονείδιζε Λυκίους:
«Λύκιοι, πού φεύγετε; Εντροπή· είν᾽ ώρα ν᾽ ανδρειευθείτε·
τον άνδρα θ᾽ αντικρίσω εγώ, κι εγώ θα μάθω πρώτος,
ποιος είναι αυτός ο τρομερός που αφάνισε τους Τρώας,
425 που ανδρείων τόσων μαχητών τα γόνατα έχει λύσει».
Είπε, και μ᾽ όλα τ᾽ άρματα επήδησε απ᾽ τ᾽ αμάξι.
Και άμα τον είδε ο Πάτροκλος επήδησε κι εκείνος·
και ως μάχονται κυρτόνυχοι, κυρτόμυτοι πετρίτες
επάνω εις πέτραν υψηλήν με σκούξιμο μεγάλο,
430 όμοια κι εκείνοι με κραυγές επιάσθηκαν στην μάχην.
Είδε κι επόνεσ᾽ ο υιός του πρωτοβούλου Κρόνου
κι είπε στην Ήραν σύγκλινην ομού και αυτάδελφήν του:
«Αχ! των θνητών ο Σαρπηδών, ο περιπόθητός μου.
Να μου τον σβήσει ο Πάτροκλος διόρισεν η μοίρα!
435 κι εις δύο τώρα στοχασμούς χωρίζεται η ψυχή μου,
θα τον σηκώσω ζωντανόν απ᾽ τον φρικτόν αγώνα
και θα τον θέσω εις τον λαόν της κάρπιμης Λυκίας,
ή θέν᾽ αφήσ᾽ ο Πάτροκλος να σβήσει την ζωήν του».
Κι η Ήρα η μεγαλόφθαλμη του αντείπε η σεβασμία:
440 «Ποιον λόγον τώρα επρόφερες, ω φοβερέ Κρονίδη!
άνδρα θνητόν που απ᾽ αρχής τον έχει δέσ᾽ η μοίρα
απ᾽ τα δεσμά του άχαρου θανάτου θ᾽ απολύσεις;
Κάμε το· αλλ᾽ όλοι οι επίλοιποι θεοί δεν θα το στέρξουν.
Κι έν᾽ άλλο ακόμα θα σου ειπώ, να το σκεφθείς· αν στείλεις
445 τον Σαρπηδόνα ζωντανόν στα γονικά του οπίσω,
σκέψου μη και άλλος των θεών θελήσει τον υιόν του
να στείλει από τον φονικόν αγώνα στην πατρίδα.
Πολλά μάχονται ολόγυρα στους πύργους του Πριάμου
παιδιά θεών, και συ μ᾽ αυτό χολήν θα τους γεννήσεις.
450 Αλλ᾽ αν σου είν᾽ αγαπητός και οδύρεται η καρδιά σου,
τώρ᾽ άφησέ τον στον φρικτόν αγώνα ν᾽ αποθάνει,
ως θα τον σβήσει ο Πάτροκλος ο υιός του Μενοιτίου,
και άμα η ψυχή του και η πνοή έρμο το σώμ᾽ αφήσουν
να τον σηκώσει ο Θάνατος και ο γλυκός Ύπνος κάμε
455 ώσπου να φθάσουν στον λαόν της άμετρης Λυκίας,
όπου αδελφοί και συγγενείς θα του σηκώσουν τάφον
και στήλην, μόνο χάρισμα του πεθαμένου ανθρώπου».
Κι έστερξε ό,τι είπε, των θεών και ανθρώπων ο πατέρας.
Κι αιματωμένες έβρεξε ρανίδες ουρανόθεν
460 τιμώντας τον γλυκόν του υιόν, που έμελλε στην Τροίαν
να πέσει από τον Πάτροκλον μακράν απ᾽ την πατρίδα.
Και οπόταν επροχώρησαν κι εβρέθηκαν αντίκρυ
του Σαρπηδόνος τον λαμπρόν ακόλουθον ανδρείον
Θρασύμηλον ο Πάτροκλος κάτω από την γαστέρα
465 κτύπησε και άφησε νεκρόν· και ο Σαρπηδών την λόγχην
ακόντισε στον Πάτροκλον χαμέν᾽, αλλά τον ίππον
ελάβωσε τον Πήδασον, στην δεξιάν του πλάτην·
αγκομαχώντας βόγγησε και έπεσε στο χώμα
εκείνο κι εξεψύχησε, και ως είδαν έμπροσθέν τους
470 να κείτεται ο παράζυγος ξεσμίγουν τ᾽ άλλα δύο,
τρίζει ο ζυγός κι εμπλέκονται κακά τα χαλινάρια
κι ήβρε το τέλος του κακού ο μέγας Αυτομέδων·
το μακρύ ξίφος έσυρε απ᾽ το παχύ μερί του,
ξεκόφτει τον παράσειρον ως αστραπή κι εκείνα
475 έσιασαν μες στους χαλινούς, ως πρώτα τανυσμένα.
Και πάλιν έσμιγαν αυτοί στον φονικόν αγώνα.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου