τί μ᾽ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
1265 ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
ΝΕ. θάρσει· λόγους δ᾽ ἄκουσον οὓς ἥκω φέρων.
ΦΙ. δέδοικ᾽ ἔγωγε. καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
1270 ΝΕ. οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
ΦΙ. τοιοῦτος ἦσθα τοῖς λόγοισι χὥτε μου
τὰ τόξ᾽ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
ΝΕ. ἀλλ᾽ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν,
1275 ἢ πλεῖν μεθ᾽ ἡμῶν. ΦΙ. παῦε, μὴ λέξῃς πέρα.
μάτην γὰρ ἃν εἴπῃς γε πάντ᾽ εἰρήσεται.
ΝΕ. οὕτω δέδοκται; ΦΙ. καὶ πέρα γ᾽ ἴσθ᾽ ἢ λέγω.
ΝΕ. ἀλλ᾽ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
1280 κυρῶ, πέπαυμαι. ΦΙ. πάντα γὰρ φράσεις μάτην·
οὐ γάρ ποτ᾽ εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα,
ὅστις γ᾽ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
1285 ὄλοισθ᾽, Ἀτρεῖδαι μὲν μάλιστ᾽, ἔπειτα δὲ
ὁ Λαρτίου παῖς, καὶ σύ. ΝΕ. μὴ ᾽πεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
ΦΙ. πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
ΝΕ. ἀπώμοσ᾽ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
1290 ΦΙ. ὦ φίλτατ᾽ εἰπών, εἰ λέγεις ἐτήτυμα.
ΝΕ. τοὔργον παρέσται φανερόν. ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
ΟΔ. ἐγὼ δ᾽ ἀπαυδῶ γ᾽, ὡς θεοὶ ξυνίστορες,
ὑπέρ τ᾽ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
1295 ΦΙ. τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,
ἐπῃσθόμην; ΟΔ. σάφ᾽ ἴσθι· καὶ πέλας γ᾽ ὁρᾷς,
ὅς σ᾽ ἐς τὰ Τροίας πεδί᾽ ἀποστελῶ βίᾳ,
ἐάν τ᾽ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ.
ΦΙ. ἀλλ᾽ οὔ τι χαίρων, ἢν τόδ᾽ ὀρθωθῇ βέλος.
1300 ΝΕ. ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
ΦΙ. μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
ΝΕ. οὐκ ἂν μεθείην. ΦΙ. φεῦ· τί μ᾽ ἄνδρα πολέμιον
ἐχθρόν τ᾽ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
ΝΕ. ἀλλ᾽ οὔτ᾽ ἐμοὶ τοῦτ᾽ ἐστὶν οὔτε σοὶ καλόν.
1305 ΦΙ. ἀλλ᾽ οὖν τοσοῦτόν γ᾽ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.

***
ΦΙΛ. Τί ᾽ναι αυτή πάλ᾽ η αντάρα κι οι φωνέςπου εδώ έξω ακούω; τί με φωνάζετ᾽ έτσι;
τί θέλετ᾽ από μένα εσείς; ω αλί μου,
κακό που βλέπω· μήπως έρχεστε
καμιά μεγάλη ακόμα δυστυχία
να φέρετε, πάνω στις άλλες πὄχω;
ΝΕΟ. Μη φοβάσαι· μ᾽ άκου τα λόγια πού ηρθα
να σου φέρω. ΦΙΛ. Και πώς να μη φοβούμαι;
μήπως και πριν απ᾽ τα καλά τα λόγια
δε χάθηκα, που πήα να σε πιστέψω;
ΝΕΟ. Τάχα και δε μπορεί ποτέ κανένας
1270 να μετανιώσει; ΦΙΛ. Έτσι έδειχνες και τότε
που μου ᾽κλεβες τα τόξα· όλο ειλικρίνεια
στα λόγια και στο βάθος προδοσία.
ΝΕΟ. Τώρα όχι πια· μα θα ᾽θελα ν᾽ ακούσω
τί έχεις αποφασίσει· εδώ να μείνεις
οριστικά ή να ᾽ρθεις μαζί μας; ΦΙΛ. Πάψε,
μήτε μια λέξη παραπάνω· κι όσα
να πεις, όλα θα πήγαιναν χαμένα.
ΝΕΟ. Ώστε αποφάσισες; ΦΙΛ. Και πιο πολύ
απ᾽ όσο λέγω, νιώσε το. ΝΕΟ. Μα εγώ
θα ᾽θελα να μπορούσαν να σε πείσουν
τα λόγια μου, μ᾽ αφού δεν χρησιμεύουν
τίποτα, παύω. ΦΙΛ. Κι άδικα θα χάσεις
1280 τον κόπο σου μ᾽ όσα κι αν πεις, γιατί
ποτέ δε θα κερδίσεις την καρδιά μου,
συ που με δόλους τη ζωή μου εμένα
μου έχεις στερήσει, και τολμάς ακόμα
να δίνεις συμβουλές, εσύ, το ανάξιο
παιδί ενός τέτοιου ασύγκριτου πατέρα.
Στ᾽ ανάθεμα όλοι σας, οι Ατρείδες πρώτοι,
έπειτα του Λαέρτη ο γιος και συ.
ΝΕΟ. Πάψε να καταριέσαι και νά, πάρε
απ᾽ το δικό μου χέρι αυτά τα τόξα.
ΦΙΛ. Πώς είπες; μήπως μας δολώνουν πάλι;
ΝΕΟ. Όχι, μά τ᾽ άγιο σέβας του Ύψιστου Δία.
1290 ΦΙΛ. Ω τί λαχτάρα, λόγια αν λες αλήθεια!
ΝΕΟ. Νά ευτύς κι η απόδειξη· άπλωσε το χέρι
και κράτα να ᾽χεις τα όπλα που σου ανήκουν.
ΟΔΥ. Μα εγώ το απαγορεύω —μάρτυρές μου
οι θεοί— εξ ονόματος των Ατρειδών
κι όλου μας του στρατού. ΦΙΛ. Τίνος, παιδί μου,
είναι η φωνή; δεν είναι του Λαέρτη
π᾽ άκουσα ο γιος; ΟΔΥ. Εγώ όλος κι όλος, νά ᾽μαι
κι εμπρός σου να με δεις, εγώ που θα σε
στείλω στης Τροίας τους κάμπους με τη βία
κι αν του Αχιλλέα ο γιος θέλει ή δε θέλει.
ΦΙΛ. Μα δε θα το χαρείς, αν ίσια πάει
αυτό το βέλος. ΝΕΟ. Μη, για το Θεό,
1300 στάσου, μη ρίχνεις. ΦΙΛ. Άφησ᾽ με, παιδί μου,
σε ξορκίζω, μη μου βαστάς το χέρι.
ΝΕΟ. Όχι· δε θα σ᾽ αφήσω. ΦΙΛ. Αχ, τον εχθρό μου
κι αντίμαχο γιατί να μ᾽ εμποδίσεις
με τα βέλη μου αυτά να τον σκοτώσω;