115 «ὦ γέρον, οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
ἀασάμην, οὐδ᾽ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
ὡς νῦν τοῦτον ἔτεισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
ἀλλ᾽ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
120 ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ᾽ ἀπερείσι᾽ ἄποινα.
ὑμῖν δ᾽ ἐν πάντεσσι περικλυτὰ δῶρ᾽ ὀνομήνω,
ἕπτ᾽ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ᾽ ἵππους
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
125 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
ὅσσα μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
δώσω δ᾽ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας,
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
130 ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
τὰς μέν οἱ δώσω, μετὰ δ᾽ ἔσσεται ἣν τότ᾽ ἀπηύρων,
κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
ἣ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν.
135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ᾽ ἀλαπάξαι,
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ᾽ Ἀχαιοί,
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
140 αἵ κε μετ᾽ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
εἰ δέ κεν Ἄργος ἱκοίμεθ᾽ Ἀχαιϊκόν, οὖθαρ ἀρούρης,
γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,
145 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
τάων ἥν κ᾽ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
πρὸς οἶκον Πηλῆος· ἐγὼ δ᾽ ἐπὶ μείλια δώσω
πολλὰ μάλ᾽, ὅσσ᾽ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα,
150 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν,
Φηράς τε ζαθέας ἠδ᾽ Ἄνθειαν βαθύλειμον,
καλήν τ᾽ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
πᾶσαι δ᾽ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
ἐν δ᾽ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
155 οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
δμηθήτω —Ἀΐδης τοι ἀμείλιχος ἠδ᾽ ἀδάμαστος·
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων—
160 καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμι
ἠδ᾽ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
«Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
δῶρα μὲν οὐκέτ᾽ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
165 ἀλλ᾽ ἄγετε, κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
ἔλθωσ᾽ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
εἰ δ᾽ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι, οἱ δὲ πιθέσθων.
Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
αὐτὰρ ἔπειτ᾽ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
170 κηρύκων δ᾽ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ᾽ ἑπέσθων.
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ᾽, αἴ κ᾽ ἐλεήσῃ.»
Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
ὁρμῶντ᾽ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
τοῖσι δὲ πόλλ᾽ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ,
180 δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
Τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
πολλὰ μάλ᾽ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
185 Μυρμιδόνων δ᾽ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
τὸν δ᾽ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ,
καλῇ δαιδαλέῃ, ἐπὶ δ᾽ ἀργύρεον ζυγὸν ἦεν,
τὴν ἄρετ᾽ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν.
190 Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων.
τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
στὰν δὲ πρόσθ᾽ αὐτοῖο· ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεὺς
αὐτῇ σὺν φόρμιγγι, λιπὼν ἕδος ἔνθα θάασσεν.
195 ὣς δ᾽ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον· ἦ τι μάλα χρεώ,
οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.»
Ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
200 εἷσεν δ᾽ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
«μείζονα δὴ κρητῆρα, Μενοιτίου υἱέ, καθίστα,
ζωρότερον δὲ κέραιε, δέπας δ᾽ ἔντυνον ἑκάστῳ·
οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.»

***
Και προς αυτόν απάντησεν ο μέγας Αγαμέμνων:115 «Όλες μου είπες γέροντα, σωστά τες αμαρτίες.
Έσφαλα, ναι, τ΄ ομολογώ· αντί πολλών αξίζει
λαών ο άνθρωπος που ο Ζευς ολόψυχ΄ αγαπήσει.
Ως τώρα τούτον τίμησε, κι εμάς έχει αφανίσει,
αλλ΄ αν και τόσο ελεεινά τυφλώθη τότε ο νους μου
120 να το διορθώσω επιθυμώ με ξαγοράν πλουσίαν.
Και ιδού τα δώρα υπέρλαμπρα, που εγώ θα του προσφέρω·
άκαυτοι τρίποδες επτά, χρυσού τάλαντα δέκα,
είκοσι λέβητες λαμπροί και δώδεκα γενναίοι
ίπποι που εκέρδισαν πολλά τα πόδια των βραβεία·
125 αγροί και πολυτίμητο χρυσάφι δεν θα ελείπαν
του ανδρός, οπού θα ελάμβανε τα πλούτη απ᾽ τα βραβεία,
όσ᾽ απ᾽ τες νίκες έλαβα των μονονύχων ίππων,
κι επτά Λεσβίδες άξιες σ᾽ έργα λαμπρά θα δώσω,
που όταν την Λέσβον πόρθησεν αυτός, είχε διαλέξει
130 εύμορφες που των γυναικών το γένος ενικούσαν.
Τούτες θα δώσω και μ᾽ αυτές θα είναι η Βρισηίδα
οπού του επήρα· κι ενταυτώ θα ομόσω μέγαν όρκον,
ότι στην κλίνην της ποτέ μαζί της δεν ανέβην
ως των ανθρώπων, γυναικών και ανδρών, το θέλει ο πόθος.
135 Και τούτ᾽ αμέσως θα δοθούν· και αν οι θεοί θελήσουν
την υψηλήν να ρίξομεν την πόλιν του Πριάμου,
ας πάρει, όταν οι Αχαιοί τα λάφυρα μοιράσουν,
από χρυσόν και χάλκωμα γεμάτο ένα καράβι,
κι είκοσι Τρωαδίτισσες γυναίκες ας διαλέξει,
140 που μόν᾽ η Ελέν᾽ η Άργισσα στο κάλλος θα υπερβαίνει.
και στ᾽ Άργος το Αχαϊκόν, της γης μαστάρι, αν φθάσει,
γαμπρόν τον θέλω αγαπητόν, ως έχω τον Ορέστην,
που χαίρετ᾽ όλα τα καλά μονάκριβό μου αγόρι.
Στο στερεό μου μέγαρο τρεις έχω θυγατέρες·
145 από τες τρεις αδώρητα στο σπίτι του Πηλέως
ας φέρ᾽ ή την Χρυσόθεμιν ή και την Λαοδίκην
ή και την Ιφιάνασσαν και θα της δώσω δώρα
όσα κανείς στην κόρη του δεν έδωκε πατέρας.
Κι οι εξής είναι οι περίφημες που θα του δώσω χώρες:
150 Φηρές το θείον πόλισμα, Ενόπη, Καρδαμύλη,
Ιρή χλοώδης, Πήδασος αμπελοφόρος όλη,
Αίπεια λαμπρή και Άνθεια με το παχύ γρασίδι.
Όλες ακρόγιαλα σιμά, με την αμμώδη Πύλον.
Κι οι εγκάτοικοι πολύαρνοι, πολύμοσχοι με δώρα
155 θα τον τιμήσουν ως θεόν και αφθόνως θα του δίδουν
τα διορισμένα δίκαια, στο σκήπτρον αποκάτω.
Τούτα τα υπόσχομαι, αν αυτός απ᾽ τον θυμόν του παύσει.
Ας πραϋνθεί —απράυντος και άσπονδος είν᾽ ο Άδης,
δια τούτο μόνος των θεών μισείται απ᾽ τους ανθρώπους—
160 σ᾽ εμέν᾽ ας κλίνει, ανώτερος ως είμαι βασιλέας,
και ως δια την ηλικίαν μου να προτιμώμαι αρμόζει».
Και ο Νέστωρ ο Γερήνιος ιππότης του αποκρίθη:
«Ω Αγαμέμνον΄ αρχηγέ, τρισένδοξε Ατρείδη,
τα δώρα δεν είναι μικρά που δίδεις του Πηλείδη·
165 και άνδρες ας στείλουμ᾽ εκλεκτούς στον θείον Αχιλλέα,
και ας ξεκινήσουν γρήγορα να φθάσουν στην σκηνήν του.
Και ακούτε να τους δείξω εγώ, κι εκείνοι ας υπακούσουν.
Ο Φοίνιξ ο διίφιλος θα ᾽ναι οδηγός και πρώτος,
ο μέγας Αίας έπειτα και ο θείος Οδυσσέας,
170 κατόπιν των οι κήρυκες Οδίος κι Ευρυβάτης.
Νίψιμο φέρτε και σιγήν κηρύξετ᾽ ευλαβείας
δια να ευχηθούμεν έλεος προς τον πατέρα Δία».
Είπε και εις όλους αρεστός εφάνη εκείνου ο λόγος.
Και τα νερά τούς έχυσαν οι κήρυκες στα χέρια,
175 και αφού κρατήρες με κρασί στεφάνωσαν οι νέοι
έδωκε σ᾽ όλους απαρχήν στα γεμιστά ποτήρια,
και αφού σπονδίσαν κι έπιαν όσ᾽ ήθελε η ψυχή των,
από του Ατρείδη την σκηνήν εβγήκαν κι εκινήσαν.
Και ο Νέστωρ σύσταινε σ᾽ αυτούς με λόγον και με ντύμα
180 στον Οδυσσέα μάλιστα πολύ να προσπαθήσουν
να πείσουν όπως δύνανται τον άψογον Πηλείδην.
Και ως πήγαιναν ακρόγιαλα στον Ποσειδώνα ευχόνταν
την μεγαλόκαρδην ψυχήν να πείσουν του Αχιλλέως.
Στων Μυρμιδόνων τες σκηνές εφθάσαν και στα πλοία,
185 κι ήβραν αυτόν το πνεύμα του να τέρπει με γλυκείαν
καλήν κιθάραν τεχνικήν μ᾽ ολάργυρον τον πήχυν,
που διάλεξ᾽ απ᾽ τα λάφυρα την πόλιν όταν πήρε
του Αετίωνος· αυτός και την ψυχήν μ᾽ εκείνην
ιλάρωνε, και των ανδρών τες δόξες ετραγούδα.
190 Και ο Πάτροκλος εκάθονταν απέναντί του μόνος
σιωπηλός κι ανάμενε να παύσει το τραγούδι.
Ωστόσο αυτοί προχώρησαν, και πρώτος ο Οδυσσέας,
κι εμπρός του εστάθηκαν ορθοί· πετάχθη ξιπασμένος,
απ᾽ το θρονί του μ᾽ όλην του τη φόρμιγγα ο Πηλείδης·
195 ο Πάτροκλος σηκώθηκε και αυτός άμα τους είδε.
«Χαίρετε, ω φίλοι μου ακριβοί, τους είπεν ο Αχιλλέας,
—θα είναι ανάγκη φοβερή— σεις είσθε αγαπητοί μου,
όσο κανείς των Αχαιών, και ας είμαι χολωμένος».
Παράμερα τους έμπασεν ο θείος Αχιλλέας
200 και τους εκάθισε εις θρονιά με τάπητες ωραίους,
και του Πατρόκλου είπεν ευθύς: «Τρανότερον κρατήρα,
Μενοιτιάδη, στήσε τους, και με κρασί γενναίο
συγκέρνα τον, κι ετοίμασε του καθενός ποτήρι.
Ότ᾽ είναι άνδρες ακριβοί στην σκέπην μου αποκάτω».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου