160 εἰν ἑνὶ δίφρῳ ἐόντας, Ἐχέμμονά τε Χρομίον τε.
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
πόρτιος ἠὲ βοός, ξύλοχον κάτα βοσκομενάων,
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε᾽ ἐσύλα·
165 ἵππους δ᾽ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
Τὸν δ᾽ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
βῆ δ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
Πάνδαρον ἀντίθεον διζήμενος, εἴ που ἐφεύροι·
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
170 στῆ δὲ πρόσθ᾽ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
«Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ᾽ ἀνήρ,
οὐδέ τις ἐν Λυκίῃ σέο γ᾽ εὔχεται εἶναι ἀμείνων.
ἀλλ᾽ ἄγε τῷδ᾽ ἔφες ἀνδρὶ βέλος, Διὶ χεῖρας ἀνασχών,
175 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν·
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.»
Τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
180 «Αἰνεία, Τρώων βουληφόρε χαλκοχιτώνων,
Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
ἵππους τ᾽ εἰσορόων· σάφα δ᾽ οὐκ οἶδ᾽ εἰ θεός ἐστιν.
εἰ δ᾽ ὅ γ᾽ ἀνὴρ ὅν φημι, δαΐφρων Τυδέος υἱός,
185 οὐχ ὅ γ᾽ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
ἕστηκ᾽ ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους,
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
190 καί μιν ἔγωγ᾽ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
ἔμπης δ᾽ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
ἵπποι δ᾽ οὐ παρέασι καὶ ἅρματα, τῶν κ᾽ ἐπιβαίην·
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
195 πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
ἵπποισίν με κέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
200 ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
ἀλλ᾽ ἐγὼ οὐ πιθόμην —ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν—
ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
ἀνδρῶν εἰλομένων, εἰωθότες ἔδμεναι ἄδην.
ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
205 τόξοισιν πίσυνος· τὰ δέ μ᾽ οὐκ ἄρ᾽ ἔμελλον ὀνήσειν.
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα,
Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ᾽ ἀμφοτέροιιν
ἀτρεκὲς αἷμ᾽ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
τῶ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
210 ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
ἡγεόμην Τρώεσσι, φέρων χάριν Ἕκτορι δίῳ.
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
πατρίδ᾽ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
215 εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.»
Τὸν δ᾽ αὖτ᾽ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
«μὴ δὴ οὕτως ἀγόρευε· πάρος δ᾽ οὐκ ἔσσεται ἄλλως,
πρίν γ᾽ ἐπὶ νὼ τῷδ᾽ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
220 ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι, ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
τὼ καὶ νῶϊ πόλινδε σαώσετον, εἴ περ ἂν αὖτε
225 Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι, ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι·
ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.»

***
Του Δαρδανίδου πιάνει αυτού, δυο τέκνα, του Πριάμου160 που σ᾽ ένα αμάξι εκάθονταν, Εχέμμων και Χρομίος.
Και ωσάν λιοντάρι που εις κοπήν βοδιών μέσα στον λόγγον
ορμά και από τον τράχηλον τραβά μοσχάρι ή ταύρον,
ομοίως απ᾽ την άμαξαν εκείνος και τους δύο
κακόσυρε και γύμνωσε νεκρούς· και τ᾽ άλογά των
165 έδωκε των συντρόφων του να φέρουν εις τα πλοία.
Τον είδ᾽ ο Αινείας των ανδρών τες φάλαγγες να στρώνει
και μέσ᾽ από την ταραχήν διαβαίνει κι απ᾽ τ᾽ ακόντια,
και τον ισόθεον Πάνδαρον ζητούσε ν᾽ απαντήσει·
κι εβρήκε τον ασύγκριτον και τον ανδρειωμένον
170 Λυκαονίδην, κι έμεινεν εμπρός του και του είπε:
«Πάνδαρε, πού το τόξο, πού τα φτερωτά σου βέλη,
η δόξα πού; Και ισόπαλον κανένα εδώ δεν έχεις,
ουδέ μες στην Λυκίαν σου δεν είναι ανώτερός σου.
Αλλ᾽ έλα, εύχου του Διός και βέλος ρίξε εις τούτον
175 τον άνδρα που μανίζει εδώ και αφάνισε τους Τρώας,
ότι τα γόνατ᾽ έλυσε πολλών και ανδρειωμένων,
εκτός αν είναι τις θεός που οργίσθη δια θυσίες
στους Τρώας· είναι φοβερή η οργή των αθανάτων».
Τότε ο λαμπρός απάντησε σ᾽ αυτόν Λυκαονίδης:
180 «Των χαλκοφράκτων Τρωαδιτών, ω βουληφόρ᾽ Αινεία,
εις όλα φαίνεταί μου αυτός ο ανδρείος Διομήδης,
διακρίνω την ασπίδα του, το κωνικό του κράνος
και τ᾽ άλογα· πλην καθαρά δεν ξεύρω αν θεός είναι.
Και αν είναι αυτός που λέγω εγώ ο ανδρείος Τυδεΐδης,
185 δεν είναι ανθρώπου η λύσσ᾽ αυτή και κάποιον στο πλευρό του
έχει θεόν αθώρητον με νέφος τυλιγμένον,
που έγυρε αλλού το πτερωτόν ακόντι που τον πήρε,
ότι ήδη βέλος του ᾽ριξα και τον δεξιόν του ώμον
του πέτυχα κι επέρασα του θώρακος το κύτος
190 κι εθάρρουν πως τον έστειλα στο δώμα του Αϊδωνέως,
και όμως δεν τον φόνευσα· θεός είναι οργισμένος.
Τους ίππους μου δια ν᾽ ανεβώ τ᾽ αμάξια εδώ δεν έχω,
αλλά μες στου Λυκάονος τα μέγαρ᾽ είναι αμάξια
ένδεκα νέα κι εύμορφα, με πέπλους σκεπασμένα
195 κι εις κάθε αμάξ᾽ είναι σιμά ζευγαρωτά πουλάρια,
στέκουν και τρώγουν την ζειά και το λευκό κριθάρι.
Πολύ τωόντι ο γέροντας πολεμιστής Λυκάων
με νουθετούσ᾽ ότ᾽ άφηνα τα ωραία μέγαρά μας·
μου ᾽λεγεν εις τ᾽ αμάξια μου και στ᾽ άλογ᾽ αναβάτης
200 να οδηγώ Τρώας στους δεινούς αγώνες του πολέμου·
και την καλήν του συμβουλήν δεν άκουσ᾽ από φόβον
για τ᾽ άλογά μου εις άφθονην τροφήν συνηθισμένα,
μήπως εις τόπον, όπου κλειούν εχθροί, τροφή τους λείψει·
τ᾽ άφηκ᾽ αυτού, κι ήλθα πεζός στο Ίλιον, θαρρώντας
205 στο τόξο, αλλά δεν έμελλεν αυτό να μ᾽ ωφελήσει.
Διότι ως τώρα ετόξευσα των πολεμάρχων δύο,
τον Ατρείδην, έπειτα τον Διομήδη κι αίμα
το βέλος μου τους έβγαλε δια ν᾽ αγριεύσουν πλέον.
Σ᾽ ώραν κακήν ξεκρέμασα λοιπόν το τόξο τούτο,
210 όταν ανδρείων αρχηγός δια την τερπνήν Τρωάδα
του ισοθέου Έκτορος προς χάριν ξεκινούσα.
Και αν γύρω από τον πόλεμον και ίδω την πατρίδα,
την ποθητήν συμβίαν μου και το υψηλό μου δώμα,
την κεφαλήν μου ας κόψει εχθρός, εάν μ᾽ αυτά τα χέρια
215 το τόξο αυτό συντρίμματα δεν κάνω, αν δεν το ρίξω
στες φλόγες, ότι ανώφελα αυτό με συνοδεύει».
Ο Αινείας του απάντησε, των Τρώων πολεμάρχος:
«Αυτά μη λέγεις· παντελώς το πράγμα δεν θ᾽ αλλάξει·
απ᾽ την ζεμένην άμαξαν αν δεν δοκιμασθούμε
220 στον άνδρα τούτον άντικρυ, με όλα τ᾽ άρματά μας.
Εμπρός, στ᾽ αμάξι ανέβα εδώ, δια να γνωρίσεις ποία
τ᾽ άλογα είναι του Τρωός, πώς ξεύρουν στην πεδιάδα,
κυνηγούντ᾽ είτε κυνηγούν, γοργότατα να τρέχουν·
και αυτά στην πόλιν άσφαλτα μας σώζουν, αν την νίκην
225εις του Τυδέως τον υιόν χαρίσει πάλι ο Δίας.
Και πάρε συ την μάστιγα και τα λαμπρά λουρία,
στ᾽ αμάξι θ᾽ ανεβώ κι εγώ, να μάχομαι, ή συ δέξου
του ανδρός εκείνου την ορμήν, κι εγώ τ᾽ αμάξι βλέπω».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου