Σάββατο 23 Οκτωβρίου 2021

ΟΜΗΡΟΣ: Ἰλιάς (2.591-2.652)

Οἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐΰκτιτον Αἰπύ,
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον,
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι
595 ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς,
Οἰχαλίηθεν ἰόντα παρ᾽ Εὐρύτου Οἰχαλιῆος·
στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴ περ ἂν αὐταὶ
Μοῦσαι ἀείδοιεν, κοῦραι Διὸς αἰγιόχοιο·
αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
600 θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
τῶν αὖθ᾽ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
τῷ δ᾽ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Οἳ δ᾽ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
Αἰπύτιον παρὰ τύμβον, ἵν᾽ ἀνέρες ἀγχιμαχηταί,
605 οἳ Φενεόν τε νέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην,
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν,
Στύμφηλόν τ᾽ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
τῶν ἦρχ᾽ Ἀγκαίοιο πάϊς, κρείων Ἀγαπήνωρ,
610 ἑξήκοντα νεῶν· πολέες δ᾽ ἐν νηῒ ἑκάστῃ
Ἀρκάδες ἄνδρες ἔβαινον, ἐπιστάμενοι πολεμίζειν.
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
615 Οἳ δ᾽ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον,
ὅσσον ἐφ᾽ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
πέτρη τ᾽ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί, πολέες δ᾽ ἔμβαινον Ἐπειοί.
620 τῶν μὲν ἄρ᾽ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
υἷες ὁ μὲν Κτεάτου, ὁ δ᾽ ἄρ᾽ Εὐρύτου, Ἀκτορίωνε·
τῶν δ᾽ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδής,
υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
625 Οἳ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
τῶν αὖθ᾽ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
ὅς ποτε Δουλίχιόνδ᾽ ἀπενάσσατο πατρὶ χολωθείς·
630 τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
οἵ ῥ᾽ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον,
καὶ Κροκύλει᾽ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
οἵ τε Ζάκυνθον ἔχον ἠδ᾽ οἳ Σάμον ἀμφινέμοντο,
635 οἵ τ᾽ ἤπειρον ἔχον ἠδ᾽ ἀντιπέραι᾽ ἐνέμοντο·
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
τῷ δ᾽ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
Αἰτωλῶν δ᾽ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
οἳ Πλευρῶν᾽ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
640Χαλκίδα τ᾽ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
τῷ δ᾽ ἐπὶ πάντ᾽ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
645 Κρητῶν δ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευεν,
οἳ Κνωσόν τ᾽ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
ἄλλοι θ᾽ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
650 τῶν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευε
Μηριόνης τ᾽ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
τοῖσι δ᾽ ἅμ᾽ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.

***
Η Πύλος άνδρες έστειλε και η πάντερπνη Αρήνη
το Θρύον, πόρος του Αλφειού, το Αιπύ λαμπρό, τα μέρη
και του Κυπαρισσήεντος και της Αμφιγενείας,
του Έλους και της Πτελεού, το Δώριον, όπου οι Μούσες
595 ήβραν τον Θράκα Θάμυριν και αλάλητον τον κάμαν,
ως γύριζε απ᾽ τον Εύρυτον τον άρχον Οιχαλίας·
πως θα ενικούσ᾽ επαίρονταν αυτός και αν τραγουδούσαν
οι Μούσες κόρες του Διός κι εκείνες χολωμένες
τον τύφλωσαν· και της ωδής το χάρισμα το θείον
600 και ακόμη το κιθάρισμα τον κάμαν ν᾽ αστοχήσει
και τούτους ο Γερήνιος ο Νέστωρ διοικούσε,
κι ήσαν καράβια βαθουλά κατόπι του ενενήντα.
Η Αρκαδία κάτωθεν απ᾽ τ᾽ όρος της Κυλλήνης
που ο τάφος είν᾽ ο Αιπύτιος και τρέφει λογχοφόρους
605 ο Ορχομενός πολύαρνος, η ανεμισμένη Ενίσπη,
η Ρίπη και ο Φενεός εστείλαν κι η Στρατία
η Μαντινέα πάντερπνη, η Στύμφαλος κι ακόμη
η Παρρασία, κι έστειλεν η χώρα της Τεγέας·
καράβια εξήντα είχε μ᾽ αυτούς ο γόνος του Αγκαίου
610 ο Αγαπήνωρ αρχηγός, και στο καθένα πλήθος
Αρκάδες ήσαν πρακτικοί στην τέχνην του πολέμου.
Αλλ᾽ επειδή δεν γνώριζαν τα έργα της θαλάσσης,
τους είχε δώσει ο κραταιός Ατρείδης Αγαμέμνων
τα πλοία τα καλόστρωτα να σχίζουν τα πελάγη.
615 Και από την θείαν Ήλιδα κι απ΄ το Βουπράσιον ήλθαν
από τους τόπους όπου κλειούν η Μύρσινος, στην άκρην,
η Υρμίνη, το Αλείσιον κι η Ωλενία πέτρα·
τέσσαρες ήσαν αρχηγοί κι είχε ο καθένας δέκα
καράβια και τα γέμιζαν των Επειών τα πλήθη.
620 Ένας ο Θάλπιος υιός του Ακτορίδη Ευρύτου,
δεύτερος ο Αμφίμαχος, ο γόνος του Κτεάτου·
ο Αμαρυγκείδης ο καλός Διώρης ήταν τρίτος,
τέταρτος, ο Πολύξενος λαμπρό του Αγασθένους
του βασιλέως γέννημα και έγγονος του Αυγείου.
625 Και τα νησιά τα ιερά της Ήλιδος αντίκρυ
Εχίνες και Δουλίχιον, σαράντα εστείλαν πλοία
κι ο Μέγης ήταν αρχηγός ισόπαλος του Άρη,
και τον εγέννησε ο Φυλεύς, αγαπητός του Δία,
που έναν καιρόν, ως έπεσε στην έχθραν του πατρός του,
630 εις το Δουλίχιον πέρασεν εκεί να κατοικήσει.
Κατόπ᾽ οι μεγαλόψυχοι ερχόνταν Κεφαλλήνες,
η Ιθάκη, τα σεισόφυλλα προπόδια του Νηρίτου,
τους στείλαν, τα Κροκύλεια, η Αιγίλιψ η τραχεία,
τους έστειλεν η Ζάκυνθος, η Σάμος και τα μέρη
635 της στερεάς τ᾽ αντίπερα· και είχαν αρχηγό τους
τον Οδυσσέα πόμοιαζε στην γνώση με τον Δία,
και είχαν πλοία δώδεκα με κόκκινες τες πλώρες.
Των Αιτωλών ήτο αρχηγός ο Ανδραιμονίδης Θόας·
τους έστειλ᾽ η ακρόγιαλη Χαλκίς και η Πυλήνη,
640 η Ώλενος και ο Πλευρών, και η Καλυδών πετρώδης·
και ως είχε λείψ᾽ η γενεά του ανδρειωμένου Οινέως
με τον ξανθόν Μελέαγρον, γι᾽ αυτό καθ᾽ εξουσία
εδόθηκε του Θόαντος στων Αιτωλών τα πλήθη·
κι είχε σαράντα ολόμαυρα κατόπι του καράβια.
645 Και των Κρητών ήτο αρχηγός ο Ιδομενεύς ο ανδρείος,
όσους απόστειλε η Κνωσός και η πυργωμένη Γόρτυς
και ο λευκόγειος Λύκαστος και η Μίλητος και η Λύκτος,
το Ρύτιον και η Φαιστός χώρες λαμπρές και άλλοι
οπού την εκατόμπολιν εκατοικούσαν Κρήτην·
650 όλων αυτών ήτο αρχηγός ο Ιδομενεύς ο ανδρείος,
και ο Μηριόνης όμοιος του ανθρωποφόνου Άρη·
κι είχαν ογδόντα ολόμαυρα κατόπι τους καράβια.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου