Ὄνειρος. Διάπειρα. Βοιωτία ἢ κατάλογος νεῶν.
Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι, Δία δ᾽ οὐκ ἔχε νήδυμος ὕπνος,
ἀλλ᾽ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, 5
πέμψαι ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον Ὄνειρον·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«βάσκ᾽ ἴθι, οὖλε Ὄνειρε, θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
πάντα μάλ᾽ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· 10
θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται.» 15
Ὣς φάτο, βῆ δ᾽ ἄρ᾽ Ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
καρπαλίμως δ᾽ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
βῆ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
εὕδοντ᾽ ἐν κλισίῃ, περὶ δ᾽ ἀμβρόσιος κέχυθ᾽ ὕπνος.
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς, 20
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ᾽ Ἀγαμέμνων·
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος Ὄνειρος·
«εὕδεις, Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· 25
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει.
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες 30
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
αἱρείτω εὖτ᾽ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.»
Ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δ᾽ ἔλιπ᾽ αὐτοῦ 35
τὰ φρονέοντ᾽ ἀνὰ θυμὸν ἅ ῥ᾽ οὐ τελέεσθαι ἔμελλον·
φῆ γὰρ ὅ γ᾽ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ,
νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
θήσειν γὰρ ἔτ᾽ ἔμελλεν ἐπ᾽ ἄλγεά τε στοναχάς τε
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. 40
ἔγρετο δ᾽ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ᾽ ὀμφή·
ἕζετο δ᾽ ὀρθωθείς, μαλακὸν δ᾽ ἔνδυνε χιτῶνα,
καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· 45
εἵλετο δὲ σκῆπτρον πατρώϊον, ἄφθιτον αἰεί·
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
Ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον,
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
αὐτὰρ ὁ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 50
κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς·
οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα·
Βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· 55
«κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν Ὄνειρος
ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐῴκει·
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
“εὕδεις, Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· 60
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει·
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς 65
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν.” ὣς ὁ μὲν εἰπὼν 70
ᾤχετ᾽ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
ἀλλ᾽ ἄγετ᾽, αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
πρῶτα δ᾽ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
ὑμεῖς δ᾽ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.» 75
***
Όλοι κοιμώντ᾽ ολονυκτίς θεοί και πολεμάρχοι,αλλ᾽ ύπνος δεν κατέβαινε στα μάτια του Κρονίδη
κι εμεριμνούσε πώς τιμήν να δώσει του Αχιλλέως
και αφανισμόν των Αχαιών να φέρει εκεί στα πλοία·
5 και τούτ᾽ η συμφερότερη βουλή στον νουν του εφάνη
να στείλει πλάνον Όνειρον ευθύς εις τον Ατρείδην,
κι εκείνον επροσφώνησε με λόγια φτερωμένα:
«Όνειρε πλάνε, στα γοργά των Αχαιών καράβια
κατέβα, του Αγαμέμνονος μες στην σκηνήν του Ατρείδη,
10 όλ᾽ απαράλλακτα να ειπείς αυτά που σε προστάζω.
Των ανδρειωμένων Αχαιών τα πλήθη ας αρματώσει
όλα, και τώρα θα ᾽παιρνε την πόλιν του Πριάμου,
που πλέον δεν διχογνωμούν οι κάτοικοι του Ολύμπου,
αφού τους παρακάλεσεν η Ήρα κι εσυγκλίναν
15 και πόνου ώρα κρέμαται στην κεφαλήν των Τρώων».
Άμα τον λόγον άκουσε, στων Αχαιών τα πλοία
εχύθη ευθύς ο Όνειρος, μες στην σκηνήν του Ατρείδη
και σ᾽ ύπνον μέσ᾽ αμβρόσιον τον ήβρε βυθισμένον·
στην κεφαλήν του εστήθηκεν επάνω και ομοιώθη
20 του Νηλείδη Νέστορος, που εκείνον ο Ατρείδης
από τους άλλους γέροντες εξαίρετα ετιμούσε.
Μ᾽ αυτόν ο θείος Όνειρος ομοιώθη και του είπε:
«Κοιμάσ᾽, υιέ του ανδράγαθου του πολεμάρχου Ατρέως;
Και να κοιμάται ολονυκτίς δεν πρέπει ο βουληφόρος,
25 που σ᾽ αυτόν κρέμονται οι λαοί και έχει φροντίδες τόσες·
τώρ᾽ άκουσέ με· μηνυτήν σ᾽ εσέ με στέλνει ο Δίας
που και μακράν σε συμπονεί πολύ και σ᾽ ελεείται.
Τους ανδρειωμένους Αχαιούς σου λέγει ν᾽ αρματώσεις
όλους· και τώρα θα ᾽παιρνες την πόλιν του Πριάμου,
30 που πλέον δεν διχογνωμούν οι κάτοικοι του Ολύμπου,
αφού τους παρακάλεσεν η Ήρα κι εσυγκλίναν,
και ο Δίας κρέμασ᾽ όλεθρον στην κεφαλήν των Τρώων.
Αυτό στον νουν σου φύλαξε, να μη το λησμονήσεις
όταν ο ύπνος ο γλυκύς τα μέλη σου θ᾽ αφήσει».
35 Είπε και αυτού τον άφησε να έχει μες στον νουν του
εκείνα που αληθινά δεν έμελλαν να γίνουν·
να πάρει εθάρρευε ο τυφλός εκείνην την ημέραν
την Τροίαν και δεν γνώριζε τι μελετούσε ο Δίας,
πόμελλε ακόμη στεναγμούς και πόνους να γεννήσει
40 των Τρώων και των Δαναών με φοβερούς πολέμους.
Εξύπνησε που έπλεε τριγύρ᾽ ο θείος λόγος.
Εκάθισε και μαλακόν επέρασε χιτώνα,
εύμορφον, νέον, κι έβαλε μεγάλο επανωφόρι,
στα λαμπρά πόδια σάνδαλα προσέδεσεν ωραία,
45 ξίφος αργυροκάρφωτον εζώσθη και το σκήπτρον
προγονικό του κι άφθαρτον επήρε και μ᾽ εκείνο
των χαλκοφόρων Αχαιών επήγε στα καράβια.
Άμα η θεά στον Όλυμπον Ηώς ανεβασμένη
του Δία και όλων των θεών το φως επρομηνούσε,
50 τους ψηλοφώνους κήρυκες επρόσταζεν εκείνος
τους ανδρειωμένους Αχαιούς στην σύνοδο να κράξουν.
Εκείνοι εκράξαν και γοργά συνάζοντο τα πλήθη.
Και πρώτα εκάθισε βουλήν των σεβαστών γερόντων,
όπου της Πύλου ο βασιλιάς το πλοίον είχε, ο Νέστωρ.
55 Κι έστρωσ᾽ εμπρός τους βούλημα σοφό που εβρήκε ο νους του:
«Ακούσετέ με, αγαπητοί· μες στην αγίαν νύκτα
ο θείος μ᾽ ήβρεν Όνειρος και είχε του γενναίου
Νέστορος το ανάστημα, την πλάση και την όψη·
στην κεφαλήν μου εστάθηκεν επάνω και μου είπε:
60 «Κοιμάσ᾽ υιέ του ανδράγαθου, του πολεμάρχου Ατρέως;
Και να κοιμάται ολονυκτίς δεν πρέπει ο βουληφόρος
που σ᾽ αυτόν κρέμονται οι λαοί κι έχει φροντίδες τόσες·
τώρ᾽ άκουσέ με· μηνυτήν σ᾽ εσέ με στέλνει ο Δίας
που και μακράν σε συμπονεί πολύ και σ᾽ ελεείται·
65 τους ανδρειωμένους Αχαιούς σου λέγει ν᾽ αρματώσεις
όλους· και τώρα θα ᾽παιρνες την πόλιν του Πριάμου
που πλέον δεν διχογνωμούν οι κάτοικοι του Ολύμπου,
αφού τους παρακάλεσεν η Ήρα κι εσυγκλίναν
και ο Δίας όλεθρον κρεμά στην κεφαλήν των Τρώων.
70 Τούτα στον νουν σου φύλαξε». Είπεν αυτά κι εχάθη,
κι εμέν᾽ ο ύπνος άφησε· τώρ᾽ ας εβρούμε τρόπον
πώς να πεισθούν ν᾽ αρματωθούν και πρώτα, ως θέλ᾽ η ανάγκη,
για να τους δοκιμάσω εγώ θα τους ειπώ να φύγουν
με τα γοργά καράβια τους και σεις απ᾽ άλλο μέρος
75 με νουθεσίες όλοι σας θα τους κρατείτε οπίσω».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου