ΓΥ. ταλάντατ᾽ ἀνδρῶν, οὐκ ἐδεδοίκεις τὸν θεόν;
685 ΚΑ. νὴ τοὺς θεοὺς ἔγωγε, μὴ φθάσειέ με
ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα.
ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
τὸ γρᾴδιον δ᾽ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
τὴν χεῖρ᾽ ὑπῆρε· κᾆτα συρίξας ἐγὼ
690 ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.
ἡ δ᾽ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
κατέκειτό θ᾽ αὑτὴν ἐντυλίξασ᾽ ἡσυχῇ
ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
κἀγὼ τότ᾽ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·
695 ἔπειτ᾽ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην.
ΓΥ. ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν; ΚΑ. οὐδέπω.
μετὰ τοῦτο δ᾽ ἤδη καὶ γέλοιον δῆτά τι
ἐπόησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
700 ΓΥ. ἦ πού σε διὰ τοῦτ᾽ εὐθὺς ἐβδελύττετο.
ΚΑ. οὔκ, ἀλλ᾽ Ἰασὼ μέν τις ἀκολουθοῦσ᾽ ἅμα
ὑπηρυθρίασε χἠ Πανάκει᾽ ἀπεστράφη
τὴν ῥῖν᾽ ἐπιλαβοῦσ᾽· οὐ λιβανωτὸν γὰρ βδέω.
ΓΥ. αὐτὸς δ᾽ ἐκεῖνος; ΚΑ. οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισεν.
705 ΓΥ. λέγεις ἄγροικον ἄρα σύ γ᾽ εἶναι τὸν θεόν;
ΚΑ. μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἀλλὰ σκατοφάγον. ΓΥ. αἲ τάλαν.
ΚΑ. μετὰ ταῦτ᾽ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
δείσας, ἐκεῖνος δ᾽ ἐν κύκλῳ τὰ νοσήματα
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
710 ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
ΓΥ. λίθινον; ΚΑ. μὰ Δί᾽ οὐ δῆτ᾽, οὐχὶ τό γε κιβώτιον.
ΓΥ. σὺ δὲ πῶς ἑώρας, ὦ κάκιστ᾽ ἀπολούμενε,
ὃς ἐγκεκαλύφθαι φῄς; ΚΑ. διὰ τοῦ τριβωνίου·
715 ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
κατάπλαστον ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ᾽ ἔφλα
ἐν τῇ θυείᾳ συμπαραμειγνύων ὀπὸν
720 καὶ σχῖνον· εἶτ᾽ ὄξει διέμενος Σφηττίῳ
κατέπλασεν αὐτοῦ τὰ βλέφαρ᾽ ἐκστρέψας, ἵνα
ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
ἔφευγ᾽ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·
«ἐνταῦθά νυν κάθησο καταπεπλασμένος,
725 ἵν᾽ ἐπομνύμενον παύσω σε τὰς ἐκκλησίας.»

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου