Πέμπτη 19 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (362-414)

ΒΛ. φεῦ,
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
ἀλλ᾽ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
ΧΡ. οὔ τοι μὰ τὴν Δήμητρ᾽ ὑγιαίνειν μοι δοκεῖς.
365 ΒΛ. ὡς πολὺ μεθέστηχ᾽ ὧν πρότερον εἶχεν τρόπων.
ΧΡ. μελαγχολᾷς, ὦνθρωπε, νὴ τὸν οὐρανόν.
ΒΛ. ἀλλ᾽ οὐδὲ τὸ βλέμμ᾽ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλ᾽ ἐστὶν ἐπιδηλοῦν τι πεπανουργηκότα.
ΧΡ. σὺ μὲν οἶδ᾽ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
370 ζητεῖς μεταλαβεῖν. ΒΛ. μεταλαβεῖν ζητῶ; τίνος;
ΧΡ. τὸ δ᾽ ἐστὶν οὐ τοιοῦτον, ἀλλ᾽ ἑτέρως ἔχον.
ΒΛ. μῶν οὐ κέκλοφας, ἀλλ᾽ ἥρπακας; ΧΡ. κακοδαιμονᾷς.
ΒΛ. ἀλλ᾽ οὐδὲ μὴν ἀπεστέρηκάς γ᾽ οὐδένα;
ΧΡ. οὐ δῆτ᾽ ἔγωγ᾽. ΒΛ. ὦ Ἡράκλεις, φέρε, ποῖ τις ἂν
375 τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
ΧΡ. κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
ΒΛ. ὦ τᾶν, ἐγώ σοι τοῦτ᾽ ἀπὸ σμικροῦ πάνυ
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
τὸ στόμ᾽ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
380 ΧΡ. καὶ μὴν φίλως γ᾽ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
ΒΛ. ὁρῶ τιν᾽ ἐπὶ τοῦ βήματος καθεδούμενον
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
καὶ τῆς γυναικός, κοὐ διοίσοντ᾽ ἄντικρυς
385 τῶν Ἡρακλειδῶν οὐδ᾽ ὁτιοῦν τῶν Παμφίλου.
ΧΡ. οὔκ, ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
ἔγωγε καὶ τοὺς δικαίους καὶ σώφρονας
ἀπαρτὶ πλουτῆσαι ποήσω. ΒΛ. τί σὺ λέγεις;
οὕτω πάνυ πολλὰ κέκλοφας; ΧΡ. οἴμοι τῶν κακῶν,
390 ἀπολεῖς. ΒΛ. σὺ μὲν οὖν σεαυτόν, ὥς γ᾽ ἐμοὶ δοκεῖς.
ΧΡ. οὐ δῆτ᾽, ἐπεὶ τὸν Πλοῦτον, ὦ μόχθηρε σύ,
ἔχω. ΒΛ. σὺ Πλοῦτον; ποῖον; ΧΡ. αὐτὸν τὸν θεόν.
ΒΛ. καὶ ποῦ ᾽στιν; ΧΡ. ἔνδον. ΒΛ. ποῦ; ΧΡ. παρ᾽ ἐμοί. ΒΛ. παρὰ σοί; ΧΡ. πάνυ.
ΒΛ. οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί; ΧΡ. νὴ τοὺς θεούς.
395 ΒΛ. λέγεις ἀληθῆ; ΧΡ. φημί. ΒΛ. πρὸς τῆς Ἑστίας;
ΧΡ. νὴ τὸν Ποσειδῶ. ΒΛ. τὸν θαλάττιον λέγεις;
ΧΡ. εἰ δ᾽ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
ΒΛ. εἶτ᾽ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς, τοὺς φίλους;
ΧΡ. οὐκ ἔστι πω τὰ πράγματ᾽ ἐν τούτῳ. ΒΛ. τί φῄς;
400 οὐ τῷ μεταδοῦναι; ΧΡ. μὰ Δία· δεῖ γὰρ πρῶτα— ΒΛ. τί;
ΧΡ. βλέψαι ποῆσαι νώ— ΒΛ. τίνα βλέψαι; φράσον.
ΧΡ. τὸν Πλοῦτον, ὥσπερ πρότερον, ἑνί γέ τῳ τρόπῳ.
ΒΛ. τυφλὸς γὰρ ὄντως ἐστί; ΧΡ. νὴ τὸν οὐρανόν.
ΒΛ. οὐκ ἐτὸς ἄρ᾽ ὡς ἔμ᾽ ἦλθεν οὐδεπώποτε.
405 ΧΡ. ἀλλ᾽ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
ΒΛ. οὔκουν ἰατρὸν εἰσαγαγεῖν ἐχρῆν τινά;
ΧΡ. τίς δῆτ᾽ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
οὔτε γὰρ ὁ μισθὸς οὐδέν ἐστ᾽ οὔθ᾽ ἡ τέχνη.
ΒΛ. σκοπῶμεν. ΧΡ. ἀλλ᾽ οὐκ ἔστιν. ΒΛ. οὐδ᾽ ἐμοὶ δοκεῖ.
410 ΧΡ. μὰ Δί᾽, ἀλλ᾽ ὅπερ πάλαι παρεσκευαζόμην
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
κράτιστόν ἐστι. ΒΛ. πολὺ μὲν οὖν, νὴ τοὺς θεούς.
μή νυν διάτριβ᾽, ἀλλ᾽ ἅνυε πράττων ἕν γέ τι.
ΧΡ. καὶ δὴ βαδίζω. ΒΛ. σπεῦδέ νυν. ΧΡ. τοῦτ᾽ αὐτὸ δρῶ.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου