Παρασκευή 13 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (133-169)

ΧΡ. θύουσι δ᾽ αὐτῷ διὰ τίν᾽; οὐ διὰ τουτονί;
ΚΑ. καὶ νὴ Δί᾽ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
135 ΧΡ. οὔκουν ὅδ᾽ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
παύσειεν, εἰ βούλοιτο, ταῦτ᾽ ἄν; ΠΛ. ὅτι τί δή;
ΧΡ. ὅτι οὐδ᾽ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι
οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ᾽ οὐδὲ ἕν,
μὴ βουλομένου σοῦ. ΠΛ. πῶς; ΧΡ. ὅπως; οὐκ ἔσθ᾽ ὅπως
140 ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
αὐτὸς διδῷς τἀργύριον, ὥστε τοῦ Διὸς
τὴν δύναμιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
ΠΛ. τί λέγεις; δι᾽ ἐμὲ θύουσιν αὐτῷ; ΧΡ. φήμ᾽ ἐγώ.
καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἐστὶ λαμπρὸν καὶ καλὸν
145 ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ᾽ ὑπήκοα.
ΚΑ. ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
δοῦλος γεγένημαι πρότερον ὢν ἐλεύθερος.
ΧΡ. καὶ τάς γ᾽ ἑταίρας φασὶ τὰς Κορινθίας,
150 ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
ΚΑ. καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
οὐ τῶν ἐραστῶν, ἀλλὰ τἀργυρίου χάριν.
155 ΧΡ. οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί. ΚΑ. τί δαί;
ΧΡ. ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
ΚΑ. αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
160 ΧΡ. τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ᾽ ηὑρημένα.
ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος,
ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται,
ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών,—
165 ΚΑ. ὁ δὲ λωποδυτεῖ γε νὴ Δί᾽, ὁ δὲ τοιχωρυχεῖ,—
ΧΡ. ὁ δὲ κναφεύει γ᾽,— ΚΑ. ὁ δέ γε πλύνει κῴδια,—
ΧΡ. ὁ δὲ βυρσοδεψεῖ γ᾽— ΚΑ. ὁ δέ γε πωλεῖ κρόμμυα,—
ΧΡ. ὁ δ᾽ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
ΠΛ. οἴμοι τάλας, ταυτί μ᾽ ἐλάνθανεν πάλαι.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου