75 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
αὐτόθεν ἐξ ἕδρης, οὐδ᾽ ἐν μέσσοισιν ἀναστάς·
«ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος,
ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
80 ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
ἀνδρῶν δ᾽ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
σύνθεσθ᾽ Ἀργεῖοι, μῦθόν τ᾽ εὖ γνῶτε ἕκαστος.
85 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον,
καί τέ με νεικείεσκον· ἐγὼ δ᾽ οὐκ αἴτιός εἰμι,
ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
ἤματι τῷ ὅτ᾽ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
90 ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.
πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
οὐλομένη· τῇ μέν θ᾽ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ᾽ οὔδει
πίλναται, ἀλλ᾽ ἄρα ἥ γε κατ᾽ ἀνδρῶν κράατα βαίνει
βλάπτουσ᾽ ἀνθρώπους· κατὰ δ᾽ οὖν ἕτερόν γε πέδησε.
95 καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
ἀνδρῶν ἠδὲ θεῶν φασ᾽ ἔμμεναι· ἀλλ᾽ ἄρα καὶ τὸν
Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
ἤματι τῷ ὅτ᾽ ἔμελλε βίην Ἡρακληείην
Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
100 ἤτοι ὅ γ᾽ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
“κέκλυτέ μευ, πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
σήμερον ἄνδρα φόωσδε μογοστόκος Εἰλείθυια
ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
105 τῶν ἀνδρῶν γενεῆς οἵ θ᾽ αἵματος ἐξ ἐμεῦ εἰσί.”
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
“ψευστήσεις, οὐδ᾽ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
εἰ δ᾽ ἄγε νῦν μοι ὄμοσσον, Ὀλύμπιε, καρτερὸν ὅρκον,
ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν,
110 ὅς κεν ἐπ᾽ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.”
ὣς ἔφατο· Ζεὺς δ᾽ οὔ τι δολοφροσύνην ἐνόησεν,
ἀλλ᾽ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
Ἥρη δ᾽ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
115 καρπαλίμως δ᾽ ἵκετ᾽ Ἄργος Ἀχαιικόν, ἔνθ᾽ ἄρα ᾔδη
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
ἡ δ᾽ ἐκύει φίλον υἱόν, ὁ δ᾽ ἕβδομος ἑστήκει μείς·
ἐκ δ᾽ ἄγαγε πρὸ φόωσδε καὶ ἠλιτόμηνον ἐόντα,
Ἀλκμήνης δ᾽ ἀπέπαυσε τόκον, σχέθε δ᾽ Εἰλειθυίας.
120 αὐτὴ δ᾽ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
“Ζεῦ πάτερ ἀργικέραυνε, ἔπος τί τοι ἐν φρεσὶ θήσω·
ἤδη ἀνὴρ γέγον᾽ ἐσθλός, ὃς Ἀργείοισιν ἀνάξει,
Εὐρυσθεύς, Σθενέλοιο πάϊς Περσηϊάδαο,
σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.”
125 ὣς φάτο, τὸν δ᾽ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
αὐτίκα δ᾽ εἷλ᾽ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
μή ποτ᾽ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
130 ὣς εἰπὼν ἔρριψεν ἀπ᾽ οὐρανοῦ ἀστερόεντος
χειρὶ περιστρέψας· τάχα δ᾽ ἵκετο ἔργ᾽ ἀνθρώπων.
τὴν αἰεὶ στενάχεσχ᾽, ὅθ᾽ ἑὸν φίλον υἱὸν ὁρῷτο
ἔργον ἀεικὲς ἔχοντα ὑπ᾽ Εὐρυσθῆος ἀέθλων.
ὣς καὶ ἐγών, ὅτε δ᾽ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
135 Ἀργείους ὀλέκεσκεν ἐπὶ πρύμνησι νέεσσιν,
οὐ δυνάμην λελαθέσθ᾽ Ἄτης, ᾗ πρῶτον ἀάσθην.
ἀλλ᾽ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ᾽ ἀπερείσι᾽ ἄποινα·
ἀλλ᾽ ὄρσευ πόλεμόνδε καὶ ἄλλους ὄρνυθι λαούς.
140 δῶρα δ᾽ ἐγὼν ὅδε πάντα παρασχέμεν, ὅσσα τοι ἐλθὼν
χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
οἴσουσ᾽, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.»

***
Είπεν αυτά κι εχάρηκαν οι Αχαιοί γενναίοι75 που άφησε ο μεγαλόψυχος Πηλείδης το θυμό του.
Και προς αυτούς ομίλησεν ο μέγας Αγαμέμνων
εκείθεν όπου εκάθονταν, χωρίς να προχωρήσει:
«Ήρωες φίλοι Δαναοί, θεράποντες του Άρη,
ν᾽ ακούετ᾽ ανεμπόδιστος όποιος τον λόγον έχει
80 η τάξις θέλει· κι έμπειρον η διακοπή πειράζει·
να ειπεί, ν᾽ ακούσει ποιος μπορεί στον θόρυβον που κάνουν
τα πλήθη; Και ψηλόφωνος δειλιάζει δικηγόρος.
Εις τον Πηλείδη τώρα εγώ θα εξηγηθώ κι οι άλλοι
Αργείοι κείνο οπού θα ειπώ καλά νοήσετ᾽ όλοι.
85 Πολλές φορές οι Αχαιοί μ᾽ ονείδισαν για τούτο,
αλλ᾽ αίτιος δεν είμ᾽ εγώ· αλλά είναι ο Ζευς κι η Μοίρα
και η νυκτοπλάνητη Ερινύς, που την αγρίαν Άτην
τότε μέσα στη σύνοδον εβάλαν εις τον νουν μου,
και του Αχιλλέως πήρα εγώ ο ίδιος το βραβείον.
90 Και τι θα έκανα; Ο θεός τα πάντα κατορθώνει.
Σεβαστή κόρη του Διός η Άτ᾽ η ολεθρία
κατάρατη αερόποδη, το χώμα δεν εγγίζει
ανάερ᾽ από τες κεφαλές γυρίζει των ανθρώπων
για να τους βλάψει, και άσφαλτα έν᾽ απ᾽ τους δυο τους δένει·
95 τον Δί᾽ ακόμη έβλαψε, που υπέρτατον τον λέγουν
και οι θνητοί κι οι αθάνατοι· όμως και αυτόν η Ήρα
απάτησε αν και αδύνατη με δόλο την ημέραν
εκείνην οπού έμελλε στην πυργωμένη Θήβην
του Ηρακλή την δύναμιν η Αλκμήνη να γεννήσει.
100 Ότ᾽ είπε αυτός καυχόμενος στους αθανάτους όλους:
«Σεις όλοι αθάνατοι θεοί, θεές και σεις, ακούτε
ό,τι στα στήθη μου η ψυχή να ειπώ παρακινεί με·
θα φέρει σήμερα στο φως η οδυνοφόρα Ειλείθυια
άνδρα που γύρω των λαών θα βασιλεύσει όλων·
105 κατάγεται απ᾽ το αίμα μου και από την γενεάν μου».
Κι η Ήρα του ᾽πε η σεβαστή με δόλον εις τον νουν της:
«Θα φανείς ψεύτης, δεν θα ιδείς ο λόγος σου να γίνει.
Κι όρκον, Ολύμπιε, δυνατόν, αν θέλεις όμοσέ μου
που όλων τριγύρω των λαών θα βασιλεύσει εκείνος
110 που μες στα πόδια γυναικός την σήμερον θα πέσει
που να ᾽ναι από το αίμα σου και από την γενεάν σου».
Είπε και δεν ενόησεν ο Ζευς ποσώς τον δόλον,
και όρκον μέγαν όμοσε, και αυτό κακό του εγίνη.
Κι η Ήρ᾽ από την κορυφήν του Ολύμπου εχύθη στ᾽ Άργος
115 το Αχαϊκόν, που εγνώριζεν εκεί του Περσηιάδου
Σθενέλου την ασύγκριτη γυναίκα, οπού βαστούσε
μες στην γαστέρα της παιδί κι εμέτρα επτά φεγγάρια·
και αν και λειπόμηνον στο φως τον έβγαλεν η Ήρα
και της Αλκμήνης κράτησε τη γέννα και τους πόνους
120 κι η ίδια το ᾽πε του Διός: «Πατέρ᾽ αστραποφόρε,
άκουσε κάτι· πρόωρα άνδρας λαμπρός γεννήθη
ο Ευρυσθεύς, που βασιλεύς θα είναι των Αργείων,
πατέρας του είναι ο Σθένελος και πάππος ο Περσέας,
γένος σου· και του στέκεται το σκήπτρο των Αργείων».
125 Είπε· στα σπλάχνα του Διός δριμύς εμπήκε πόνος.
Την Άτην άρπαξεν ευθύς απ᾽ τες λαμπρές πλεξίδες
με την χολήν εις την καρδιά και όμοσε μέγαν όρκον:
ποτέ στ᾽ αστέρια τ᾽ ουρανού και στες κορφές του Ολύμπου
η Άτη, όλεθρος κοινός, στο εξής να μην πατήσει.
130 Είπε και με το χέρι του την πέταξε από τ᾽ άστρα
σφενδονιστά κι έφθασε αυτή στους τόπους των ανθρώπων.
Πάντοτ᾽ εστέναζε απ᾽ αυτήν όταν τον ποθητόν του
εβασανίζαν οι απρεπείς αγώνες του Ευρυσθέως.
Ομοίως κι εγώ πάντοτε όταν ο μέγας Έκτωρ
135 ακράτητος εθέριζε στες πρύμνες τους Αργείους,
η Άτη, που μ᾽ ετύφλωσε δεν έβγαινε απ᾽ τον νου μου.
Κι εάν τότ᾽ ετυφλώθηκα και ο Ζευς το νου μου επήρε
να το διορθώσω θέλω εγώ με ξαγοράν πλουσίαν·
αλλά σήκω στον πόλεμον και σήκωσε τα πλήθη.
140 Και όλα τα δώρα είν᾽ ετοιμα, κείνα που στη σκηνή σου
εχθές που ήλθε σου ᾽ταξεν ο θείος Οδυσσέας·
και, αν θέλεις, στάσου, κράτησε της μάχης την ορμή σου,
τα δώρα οι θεράποντες απ᾽ το δικό μου πλοίον
θενά σου φέρουν για να ιδείς που εξαίσια θα τα δώσω».