Παρασκευή 18 Φεβρουαρίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (15.300-15.376)

300 Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο·
οἱ μὲν ἄρ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα,
Τεῦκρον Μηριόνην τε Μέγην τ᾽, ἀτάλαντον Ἄρηϊ,
ὑσμίνην ἤρτυνον, ἀριστῆας καλέσαντες,
Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
305 ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ
μακρὰ βιβάς· πρόσθεν δὲ κί᾽ αὐτοῦ Φοῖβος Ἀπόλλων
εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ᾽ αἰγίδα θοῦριν,
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ᾽, ἣν ἄρα χαλκεὺς
310 Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
τὴν ἄρ᾽ ὅ γ᾽ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες, ὦρτο δ᾽ ἀϋτὴ
ὀξεῖ᾽ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ᾽ ὀϊστοὶ
θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
315 ἄλλα μὲν ἐν χροῒ πήγνυτ᾽ ἀρηϊθόων αἰζηῶν,
πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ᾽ ἀτρέμα Φοῖβος Ἀπόλλων,
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός.
320 αὐτὰρ ἐπεὶ κατ᾽ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
σεῖσ᾽, ἐπὶ δ᾽ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
οἱ δ᾽ ὥς τ᾽ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ᾽ οἰῶν
θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ,
325 ἐλθόντ᾽ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
Ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
330 τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
ἔσκε Μέδων, Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
335 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος, ἄνδρα κατακτάς,
γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ᾽ Ὀϊλεύς·
Ἴασος αὖτ᾽ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
Μηκιστῆ δ᾽ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
340 πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ᾽ ἕλε δῖος Ἀγήνωρ.
Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
φεύγοντ᾽ ἐν προμάχοισι, διαπρὸ δὲ χαλκὸν ἔλασσεν.
Ὄφρ᾽ οἱ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα, τόφρα δ᾽ Ἀχαιοὶ
τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
345 ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
«νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ᾽ ἔναρα βροτόεντα·
ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
350 γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.»
Ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους,
κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἱ δὲ σὺν αὐτῷ
πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
355 ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
ῥεῖ᾽ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
μακρὴν ἠδ᾽ εὐρεῖαν, ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωὴ
γίγνεται, ὁππότ᾽ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
360 τῇ ῥ᾽ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ᾽ Ἀπόλλων
αἰγίδ᾽ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
ῥεῖα μάλ᾽, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
ὅς τ᾽ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν,
ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
365 ὥς ῥα σύ, ἤϊε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν
σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
Ὣς οἱ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος·
370 Νέστωρ αὖτε μάλιστα Γερήνιος, οὖρος Ἀχαιῶν,
εὔχετο, χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
«Ζεῦ πάτερ, εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
εὔχετο νοστῆσαι, σὺ δ᾽ ὑπέσχεο καὶ κατένευσας,
375 τῶν μνῆσαι καὶ ἄμυνον, Ὀλύμπιε, νηλεὲς ἦμαρ,
μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.»

***
300 Είπε, κι οι άλλοι πρόθυμοι εδέχθηκαν τον λόγον.
Ο Αίας τότε, ο Ιδομενεύς, ο Τεύκρος, ο Μηριόνης,
ο Μέγης του Άρ᾽ ισόπαλος, με τους συντρόφους όλους
τους ανδρειωμένους φώναζαν κι εσύνταζαν την μάχην,
για να δεχθούν τον Έκτορα και τον στρατόν των Τρώων.
305 Και οπίσω τους εγύριζε το πλήθος προς τα πλοία.
Σύσσωμ᾽ οι Τρώες έπεσαν μακροπατώντας, πρώτος
ο Έκτωρ, κι έμπροσθεν σ᾽ αυτόν, με νέφος τυλιγμένος
ο Απόλλων κι είχε την φριχτήν πολεμικήν αιγίδα
την δασερήν, περίλαμπρην που ο Ήφαιστος του Δία
310 εχάλκευσε, να την φορεί, τους άνδρες να τρομάζει.
Αυτήν κρατώντας αρχηγός εστήθηκε των Τρώων.
Και σύσσωμοι τους δέχθηκαν οι Αργείοι κι εσηκώθη
και απ᾽ τα δυο μέρη αλαλαγμός· απ᾽ τες χορδές πετούσαν
τα βέλη, και όπως τα ᾽ριχναν τα χέρια μανιωμένα,
315 άλλα στην σάρκα εμπήγονταν των ανδρειωμένων νέων,
άλλα στον δρόμον τους χωρίς την σάρκα ν᾽ απολαύσουν
μέσα στην γην στυλώνονταν, για σάρκα πεινασμένα.
Και όσο εκρατούσε ασάλευτην ο Φοίβος την αιγίδα
κτυπούντο κι έπεφταν πολλοί και απ᾽ τα δυο μέρη ομοίως·
320 αλλ᾽ όταν την εσάλευσε κατάματα κοιτώντας
τους Αχαιούς με δυνατήν κραυγήν, τον νουν τους μέσα
εμάργωσε και ξέχασαν το θάρρος της ανδρείας.
Και ως όταν ξάφνου δυο θεριά, πριν φθάσ᾽ η μαύρη νύκτα,
σ᾽ αγέλην χύνονται βοδιών ή και κοπήν προβάτων
325 ενώ τους λείπει ο πιστικός, και τα σκορπίζουν όλα·
ομοίως άνανδρην φυγήν γεννά σ᾽ αυτούς ο Φοίβος
την δόξαν εις τον Έκτορα να δώσει και στους Τρώας.
Τότ᾽ άνδρας άνδρα φόνευσεν, αφού σκορπίσθ᾽ η μάχη.
Των χαλκοφράκτων Βοιωτών τον αρχηγόν ο Έκτωρ
330 τον Αρκεσίλαον βροντά νεκρόν και τον Στιχίον
που ήταν σύντροφος πιστός του ανδρείου Μενεσθέως·
τον Μέδοντα, τον Ίασον εφόνευσ᾽ ο Αινείας·
και νόθον ήταν γέννημα ο Μέδων του Οϊλέως
και αδελφός του Αίαντος· μακράν εις την Φυλάκην
335 στα ξένα εζούσε απ᾽ τον καιρόν που εφόνευσ᾽ ένα αδέλφι
της μητρυιάς Εριώπιδος, της νυμφευτής του Οϊλέως·
κι ήτο αρχηγός ο Ίασος αυτός των Αθηναίων
και γέννημα εδοξάζετο του Σφήλου Βουκολίδη·
τον Μηκιστή θανάτωσε κατόπι ο Πολυδάμας,
340 πάλι ο Πολίτης φόνευσε τον πρόμαχον Εχίον
και τον Κλονίον ο θεϊκός Αγήνωρ, και στην πλάτην
του Δηιόχου, ως έφευγεν ελόγχισεν ο Πάρις.
Κι εκείνοι ενώ τους γύμνωναν, οι Αχαιοί ριγμένοι
στους πάλους και στον χάντακα, εδώ κι εκεί σκορπιούνταν
345 στα τείχη οπίσω να κρυβούν· και ο Έκτωρ προς τους Τρώας
μακριάν έσυρε φωνήν: «Εμπρός, προς τα καράβια,
και αφείτ᾽ εκεί τα λάφυρα τα αιματοκυλισμένα
και όποιον νοήσω αλλού μακράν να μένει από τα πλοία,
στον τόπον θα του σοφισθώ να κακοθανατίσει,
350 και ούτε αδελφοί ούτε αδελφές νεκρόν θενά τον κάψουν,
αλλά στην πόλιν μας εμπρός θα τον σπαράξουν σκύλοι».
Είπε, βροντά την μάστιγα κατάπλατα στους ίππους·
κι εφώναξε τες φάλαγγες· και με βοήν οι Τρώες
τα αμαξόσυρ᾽ άλογα κατόπι του εκινήσαν
355 κι εβρόντα ο τόπος κι έμπροσθεν ο Φοίβος με τα πόδια
τα φρύδια εγκρέμισ᾽ εύκολα του λάκκου και το χώμα
στο χάσμα μέσα επάτησε και ωσάν γεφύρι δρόμον
μακρύν τους έστρωσε πλατύν, όσο βολή της λόγχης
όταν την ρίχνει λογχιστής να ιδεί την δύναμίν του.
360 Και χύνονταν φαλαγγωτά κι εμπρός με την αιγίδα
ο Φοίβος την βαρύτιμην· κι εγκρέμιζε το τείχος
ωσάν παιδί που παίζοντας ακρόγιαλα σηκώνει
κάποια δικά του κτίσματα με άμμον και κατόπιν
παίζοντας πάλι τα χαλά με φτέρνες, με παλάμες.
365 Όμοια συ, Φοίβε τοξευτή, τους μόχθους των Αργείων
εχάλασες, και στην καρδιά τούς έβαλες τον τρόμον.
Και τούτοι προς τα πλοία τους εμέναν ενωμένοι
και ν᾽ ανδρειευτούν εκραύγαζαν ο ένας προς τον άλλον
και στους θεούς εδέοντο με χέρια σηκωμένα·
370και ο Νέστωρ, μέγα στήριγμα των Αχαιών, εξόχως
εύχονταν με τα χέρια του προς τ᾽ άστρα σηκωμένα:
«Δία πατέρα, αν σου ᾽καψαν στο σιτοφόρον Άργος
μόσχους ή πρόβατα μ᾽ ευχές να γύρουν στην πατρίδα,
και το υπεσχέθης, ίλεως, θυμήσου τα πατέρα,
375του ολέθρου μάκρυνε από μας την ώραν, μην αφήσεις
οι Τρώες τόσο χάλασμα να φέρουν των Αργείων».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου