Πέμπτη 18 Νοεμβρίου 2021

ΟΜΗΡΟΣ: Ἰλιάς (5.541-5.606)

Ἔνθ᾽ αὖτ᾽ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους,
υἷε Διοκλῆος, Κρήθωνά τε Ὀρσίλοχόν τε,
τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ,
ἀφνειὸς βιότοιο, γένος δ᾽ ἦν ἐκ ποταμοῖο
545 Ἀλφειοῦ, ὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
ὃς τέκετ᾽ Ὀρτίλοχον πολέεσσ᾽ ἄνδρεσσιν ἄνακτα·
Ὀρτίλοχος δ᾽ ἄρ᾽ ἔτικτε Διοκλῆα μεγάθυμον,
ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
Κρήθων Ὀρσίλοχός τε, μάχης εὖ εἰδότε πάσης.
550 τὼ μὲν ἄρ᾽ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
Ἴλιον εἰς εὔπωλον ἅμ᾽ Ἀργείοισιν ἑπέσθην,
τιμὴν Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,
ἀρνυμένω· τὼ δ᾽ αὖθι τέλος θανάτοιο κάλυψεν.
οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
555 ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
τὼ μὲν ἄρ᾽ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
τοίω τὼ χείρεσσιν ὑπ᾽ Αἰνείαο δαμέντε
560 καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
Τὼ δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
σείων ἐγχείην· τοῦ δ᾽ ὄτρυνεν μένος Ἄρης,
τὰ φρονέων, ἵνα χερσὶν ὑπ᾽ Αἰνείαο δαμείη.
565 τὸν δ᾽ ἴδεν Ἀντίλοχος, μεγαθύμου Νέστορος υἱός,
βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν,
μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
570 Ἀντίλοχος δὲ μάλ᾽ ἄγχι παρίστατο ποιμένι λαῶν.
Αἰνείας δ᾽ οὐ μεῖνε, θοός περ ἐὼν πολεμιστής,
ὡς εἶδεν δύο φῶτε παρ᾽ ἀλλήλοισι μένοντε.
οἱ δ᾽ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
575 αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
Ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ,
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
τὸν μὲν ἄρ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
ἑσταότ᾽ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
580 Ἀντίλοχος δὲ Μύδωνα βάλ᾽, ἡνίοχον θεράποντα,
ἐσθλὸν Ἀτυμνιάδην —ὁ δ᾽ ὑπέστρεφε μώνυχας ἵππους—
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ᾽ ἄρα χειρῶν
ἡνία λεύκ᾽ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
Ἀντίλοχος δ᾽ ἄρ᾽ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
585 αὐτὰρ ὅ γ᾽ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
δηθὰ μάλ᾽ ἑστήκει —τύχε γάρ ῥ᾽ ἀμάθοιο βαθείης—
ὄφρ᾽ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
τοὺς ἵμασ᾽ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ᾽ Ἀχαιῶν.
590 Τοὺς δ᾽ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ᾽ ἐπ᾽ αὐτοὺς
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
καρτεραί· ἦρχε δ᾽ ἄρα σφιν Ἄρης καὶ πότνι᾽ Ἐνυώ,
ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
Ἄρης δ᾽ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
595 φοίτα δ᾽ ἄλλοτε μὲν πρόσθ᾽ Ἕκτορος, ἄλλοτ᾽ ὄπισθε.
Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀπάλαμνος, ἰὼν πολέος πεδίοιο,
στήῃ ἐπ᾽ ὠκυρόῳ ποταμῷ ἅλαδε προρέοντι,
ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ᾽ ἔδραμ᾽ ὀπίσσω,
600 ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
«ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
τῷ δ᾽ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς.
605 ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.»

***
Τότε δυο πρώτους Δαναούς εφόνευσ᾽ ο Αινείας,
τον Κρήθωνα και Ορσίλοχον, παιδιά του Διοκλέους,
που μέσα στην καλόκτιστην Φεράν εκατοικούσε
πάμπλουτος και απ᾽ τον Αλφειόν κρατούσεν όπου ρέει,
545 πλατύ ποτάμι, ανάμεσα στην χώρα των Πυλίων,
κ᾽ εγέννα τον Ορσίλοχον πολλών ανθρώπων άρχον·
τούτος τον μεγαλόκαρδον εγέννησε Διοκλέα·
και του Διοκλέους δίδυμα δυο τέκνα γεννηθήκαν
ο Κρήθων και Ορσίλοχος, γνώστες πολέμου πρώτοι·
550 και άμ᾽ ανδρωθήκαν έπλευσαν στην εύιππην Τρωάδα
με τους Αργείους πρόθυμοι και αυτοί δια τους Ατρείδες
Μενέλαον και Αγαμέμνονα εκδίκησιν να πάρουν.
Και ο θάνατος εσκέπασεν αυτούς στο χώμα εκείνο·
όμοια με δυο λιοντάρια, που μέσα εις πυκνό λόγγο
555 σ᾽ υψηλόν όρος έθρεψε λεόντισσα μητέρα,
που μόσχους αφού άρπαξαν και πρόβατα παχέα
και στάνες αφού ερήμωσαν πολλές, έρχεται ώρα
οπού από χέρι ανθρώπινο και αυτά σφαμένα πέφτουν,
ομοίως, ως τους έπιασεν η δύναμις του Αινεία,
560 ως πέφτουν έλατ᾽ υψηλοί κι εκείνοι εξαπλωθήκαν.
Ο θάνατός τους πόνεσε του ανδρείου Μενελάου
κι εβγήκε με λαμπρ᾽ άρματα ζωσμένος στους προμάχους
κι έσειε λόγχην· δολερά τον έσπρωχνεν ο Άρης,
όπως τον φέρει θάνατον να λάβει απ᾽ τον Αινείαν·
565 τον είδ᾽ ο Αντίλοχος, υιός του Νέστορος γενναίου,
και στους προμάχους πρόβαλε φοβούμενος μη πάθει
ο βασιλέας και πολύ τους βλάψει τον αγώνα·
κι ενώ κείνοι αντιμέτωποι και χέρια και κοντάρια
τεντώναν ολοπρόθυμοι την μάχην ν᾽ αρχινήσουν,
570 εστήθηκε ο Αντίλοχος στου βασιλιά το πλάγι.
Και, αν και δεινός πολεμιστής, ο Αινείας δεν εστάθη
άμ᾽ είδε δύο μαχητάς να καρτερούν αντάμα.
Και αφού τους νεκρούς έσυραν εκείνοι στον στρατόν τους
κι έβαλαν τ᾽ άμοιρα παιδιά στα χέρια των συντρόφων,
575 εστράφηκαν κι εμάχονταν στην πρώτην τάξιν πάλιν.
Τον Πυλαιμένεα φόνευσαν, ισόπαλον του Άρη,
τον αρχηγόν των ασπιστών γενναίων Παφλαγόνων.
Τούτον, ορθόν στην άμαξαν, ο ανδρείος Ατρεΐδης
μέσα στο κλειδοκόκαλον εκτύπησε μ᾽ ακόντι·
580 ο Αντίλοχος τον Μύδωνα, τον άξιον κυβερνήτην
Ατυμνιάδην, πόστρεφε τους ίππους, τον κτυπάει
με πέτραν εις τον άγκωνα· του πέσαν απ᾽ τα χέρια
τα ελεφαντόλαμπρα λουριά· κατόπιν τού εχύθη
ο Αντίλοχος και με σπαθιά τον μήλιγγα του σχίζει·
585 έπεσεν επικέφαλα βογγώντας απ᾽ τ᾽ αμάξι
κι εβύθισε το καύκαλο στο χώμα και τους ώμους·
πολληώρα εστάθη, ως εύρηκεν αυτού βαθύν τον άμμον,
ώσπου τετραποδίζοντας οι ίπποι τον ξαπλώσαν,
που ράβδιζεν ο Αντίλοχος να πάρει στον στρατόν του.
590 Τους είδ᾽ ο Έκτωρ, με κραυγήν επάνω τους εχύθη·
και οι φάλαγγες κατόπι του οι δυνατές των Τρώων·
η σεπτή δέσποινα Ενυώ προεξάρχει με τον Άρη·
την λύσσαν αδιάντροπον έφερνε αυτή του φόνου·
κρατούσ᾽ ο Άρης κι έσειε θεόρατο κοντάρι
595 και πότ᾽ εμπρός του Έκτορος φαινόνταν πότε οπίσω.
Και άμα τον είδ᾽ ερίγησεν ο ανδρείος Διομήδης·
και ως από δρόμον μακρινόν οδίτης μ᾽ απορίαν
στέκει στην όχθην ποταμού που αφροκοπά και ρέει
ορμητικά στην θάλασσαν και οπίσω φεύγει εκείνος,
600 έτσι ο Τυδείδης σύρθηκε και προς το πλήθος είπε:
«Φίλοι, τον θείον Έκτορα θαυμάζομεν ως μέγαν
πολεμιστήν ατρόμητον· και ωστόσο έχει σιμά του
πάντοτε κάποιον των θεών που την ζωήν τού σώζει·
και τώρα ιδέτε μέ μορφήν θνητού τον Άρην έχει,
605 αλλ᾽ οπισθοποδήσετε γυρμένοι προς τους Τρώας
πάντοτε και μη πόλεμον προς τους θεούς ζητείτε».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου