ψυχῆς Ὀρέστου λοιπόν, ὥς ‹σ᾽› ἀπ᾽ ἐλπίδων
οὐχ ὧσπερ ἐξέπεμπον εἰσεδεξάμην.
νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
1130 δόμων δέ σ᾽, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ᾽ ἐγώ.
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
κλέψασα τοῖνδε κἀνασώσασθαι φόνου,
ὅπως θανὼν ἔκεισο τῇ τόθ᾽ ἡμέρᾳ,
1135 τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
νῦν δ᾽ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα·
κοὔτ᾽ ἐν φίλαισι χερσὶν ἡ τάλαιν᾽ ἐγὼ
λουτροῖς σ᾽ ἐκόσμησ᾽ οὔτε παμφλέκτου πυρὸς
1140 ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,
ἀλλ᾽ ἐν ξένῃσι χερσὶ κηδευθεὶς τάλας
σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς
ἀνωφελήτου, τὴν ἐγὼ θάμ᾽ ἀμφὶ σοὶ
1145 πόνῳ γλυκεῖ παρέσχον. οὔτε γάρ ποτε
μητρὸς σύ γ᾽ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,
οὔθ᾽ οἱ κατ᾽ οἶκον ἦσαν ἀλλ᾽ ἐγὼ τροφός,
ἐγὼ δ᾽ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
νῦν δ᾽ ἐκλέλοιπε ταῦτ᾽ ἐν ἡμέρᾳ μιᾷ
1150 θανόντι σὺν σοί. πάντα γὰρ συναρπάσας,
θύελλ᾽ ὅπως, βέβηκας. οἴχεται πατήρ·
τέθνηκ᾽ ἐγώ σοι· φροῦδος αὐτὸς εἶ θανών·
γελῶσι δ᾽ ἐχθροί· μαίνεται δ᾽ ὑφ᾽ ἡδονῆς
μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
1155 φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος
τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ᾽ ὁ δυστυχὴς
δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
ὅς σ᾽ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης
μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
1160 οἴμοι μοι.
ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.
ὦ δεινοτάτας, οἴμοι μοι,
πεμφθεὶς κελεύθους, φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας·
ἀπώλεσας δῆτ᾽, ὦ κασίγνητον κάρα.
1165 τοιγὰρ σὺ δέξαι μ᾽ ἐς τὸ σὸν τόδε στέγος,
τὴν μηδὲν ἐς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
ναίω τὸ λοιπόν. καὶ γὰρ ἡνίκ᾽ ἦσθ᾽ ἄνω,
ξὺν σοὶ μετεῖχον τῶν ἴσων· καὶ νῦν ποθῶ
τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
1170 τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
ΧΟ. θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει·
θνητὸς δ᾽ Ὀρέστης· ὥστε μὴ λίαν στένε·
πᾶσιν γὰρ ἡμῖν τοῦτ᾽ ὀφείλεται παθεῖν.
οὐχ ὧσπερ ἐξέπεμπον εἰσεδεξάμην.
νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
1130 δόμων δέ σ᾽, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ᾽ ἐγώ.
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
κλέψασα τοῖνδε κἀνασώσασθαι φόνου,
ὅπως θανὼν ἔκεισο τῇ τόθ᾽ ἡμέρᾳ,
1135 τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
νῦν δ᾽ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα·
κοὔτ᾽ ἐν φίλαισι χερσὶν ἡ τάλαιν᾽ ἐγὼ
λουτροῖς σ᾽ ἐκόσμησ᾽ οὔτε παμφλέκτου πυρὸς
1140 ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,
ἀλλ᾽ ἐν ξένῃσι χερσὶ κηδευθεὶς τάλας
σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς
ἀνωφελήτου, τὴν ἐγὼ θάμ᾽ ἀμφὶ σοὶ
1145 πόνῳ γλυκεῖ παρέσχον. οὔτε γάρ ποτε
μητρὸς σύ γ᾽ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,
οὔθ᾽ οἱ κατ᾽ οἶκον ἦσαν ἀλλ᾽ ἐγὼ τροφός,
ἐγὼ δ᾽ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
νῦν δ᾽ ἐκλέλοιπε ταῦτ᾽ ἐν ἡμέρᾳ μιᾷ
1150 θανόντι σὺν σοί. πάντα γὰρ συναρπάσας,
θύελλ᾽ ὅπως, βέβηκας. οἴχεται πατήρ·
τέθνηκ᾽ ἐγώ σοι· φροῦδος αὐτὸς εἶ θανών·
γελῶσι δ᾽ ἐχθροί· μαίνεται δ᾽ ὑφ᾽ ἡδονῆς
μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
1155 φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος
τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ᾽ ὁ δυστυχὴς
δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
ὅς σ᾽ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης
μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
1160 οἴμοι μοι.
ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.
ὦ δεινοτάτας, οἴμοι μοι,
πεμφθεὶς κελεύθους, φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας·
ἀπώλεσας δῆτ᾽, ὦ κασίγνητον κάρα.
1165 τοιγὰρ σὺ δέξαι μ᾽ ἐς τὸ σὸν τόδε στέγος,
τὴν μηδὲν ἐς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
ναίω τὸ λοιπόν. καὶ γὰρ ἡνίκ᾽ ἦσθ᾽ ἄνω,
ξὺν σοὶ μετεῖχον τῶν ἴσων· καὶ νῦν ποθῶ
τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
1170 τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
ΧΟ. θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει·
θνητὸς δ᾽ Ὀρέστης· ὥστε μὴ λίαν στένε·
πᾶσιν γὰρ ἡμῖν τοῦτ᾽ ὀφείλεται παθεῖν.
***
ΗΛΕ. Ω λείψανο του πιο μου αγαπημένουαπ᾽ τους ανθρώπους και το μόνο τώρα
που μ᾽ απομένει απ᾽ τη ζωή σου, Ορέστη·
πώς, παρά κάθ᾽ ελπίδα μου, όχι όπως
σ᾽ έστελνα σε υποδέχομαι, μα τώρα
ό,τι κρατώ στα χέρια, τίποτα είναι,
ενώ σαν άστρο μού έλαμπες, παιδί μου,
1130 σα σ᾽ έστελνα μακριά απ᾽ αυτά τα σπίτια·
άμποτε να ᾽χα εγώ πεθάνει πρώτα,
πρι σε στείλω στα ξένα, πρι σε κλέψω
με τα χέρια μου αυτά, για να σε σώσω
από το φόνο· γιατί θα ᾽χες πέσει
και συ νεκρός εκείνη την ημέρα
και θα ᾽βρισκες μέρος και συ στον ίδιο
τον τάφο του πατέρα σου, ενώ τώρα
μακριά απ᾽ το σπίτι σου κι εξόριστος
σ᾽ άλλη χώρα, κακό θάνατο βρήκες·
κι ουδ᾽ είχες καν την αδερφή σου εμένα
να λούσει και να σου νεκροστολίσει
το κορμί με τα χέρια της και απάνω
απ᾽ την πυρά το πένθιμό σου βάρος,
1140 όπως χρωστούσε, να μαζέψει η δόλια.
Μ᾽ αφού από χέρια ξένων, άμοιρε,
κηδεύτηκες, μας έρχεσαι μια φούχτα
στάχτη, σ᾽ ένα μικρό λεβέτι μέσα·
αλίμον᾽ όλες οι ανωφέλευτες
εκείνες μου οι παλιές για σε φροντίδες,
κι η κούραση η γλυκιά να σ᾽ αναθρέψω·
γιατί ουδέ της μητέρας σου δεν ήσουν
πιότερο η αγάπη παρά και δική μου
κι ούτ᾽ άλλου μες στο σπίτι, μα εγώ πάντα
άκουα από σένα κι αδερφή και βάγια.
Τώρ᾽ αυτά τέλειωσαν μες σε μια μέρα
1150 που πέθανες εσύ κι όλα σαν μπόρα
μαζί σου τα παράσυρες και πήγες·
πάει ο πατέρας, πέθανα κι εγώ
για σένα, ο ίδιος πας και πας χαμένος,
γελούν οι εχθροί, τα ᾽χασε απ᾽ τη χαρά της
η κακομάνα η μάνα μας, που τόσες
φορές μού μήνυσες κρυφά πως θά ᾽ρθεις
να την εκδικηθείς· μα νά, τα πήρε
όλ᾽ αυτά ο δαίμονας της δυστυχίας
εμάς των δυο, που μου έστειλ᾽ έτσι, αντίς σου
τη μυριοπόθητη μορφή, μια στάχτη
1160 και μια κούφια σκιά· ω αλίμονό μου!
Ω κακορίζικο κορμί, οϊμέ,
ω η άραχλη κι ασβολερή, αλί,
στράτα που πήρες και με θανατώνεις
και μένα! Ναι, με σκότωσες, καλέ μου,
μυριάκριβ᾽ αδερφέ μου· λοιπόν δέξου
και μένα στο στερνό σου αυτό το σπίτι,
το τίποτα στο τίποτα, για πάντα
κάτω στη γη να κατοικώ μαζί σου.
Γιατί όπως και σαν ήσουν εδώ πάνω
την τύχη σου είχα κάμει και δική μου,
έτσι ποθώ και τώρα, αφού πεθάνω,
να μη μου λείψει απ᾽ το δικό σου τάφο
το μέρος μου και μένα· γιατί βλέπω
1170 πως μόνον οι νεκροί δεν υποφέρουν.
ΧΟΡ. Από θνητό γεννήθηκες πατέρα,
σκέψου το, Ηλέκτρα, και θνητός κι ο Ορέστης·
δεν ωφελούν οι άμετροι θρήνοι· αυτό
θα το πληρώσομε όλοι μας το χρέος.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου