635 ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.
τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
ὁ δ᾽ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
640 ψυχὴν ἀλᾶται τῆς πάροιθ᾽ εὐπραξίας.
κείνη δ᾽, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
645 ἃ γὰρ γυναιξὶ σώφρον᾽ ἔσθ᾽ ηὑρημένα,
ταῦτ᾽ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
πρῶτον μέν, ἔνθα κἂν προσῇ κἂν μὴ προσῇ
ψόγος γυναιξίν, αὐτὸ τοῦτ᾽ ἐφέλκεται
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
650 τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
γλώσσης τε σιγὴν ὄμμα θ᾽ ἥσυχον πόσει
655 παρεῖχον· ᾔδη δ᾽ ἁμὲ χρῆν νικᾶν πόσιν,
κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
καὶ τῶνδε κληδὼν ἐς στράτευμ᾽ Ἀχαιικὸν
ἐλθοῦσ᾽ ἀπώλεσέν μ᾽· ἐπεὶ γὰρ ᾑρέθην,
Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
660 δάμαρτα· δουλεύσω δ᾽ ἐν αὐθεντῶν δόμοις.
κεἰ μὲν παρώσασ᾽ Ἕκτορος φίλον κάρα
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δ᾽ αὖ
στυγοῦσ᾽ ἐμαυτῆς δεσπόταις μισήσομαι.
665 καίτοι λέγουσιν ὡς μί᾽ εὐφρόνη χαλᾷ
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
ἀπέπτυσ᾽ αὐτὴν ἥτις ἄνδρα τὸν πάρος
καινοῖσι λέκτροις ἀποβαλοῦσ᾽ ἄλλον φιλεῖ.
ἀλλ᾽ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
670 τῆς συντραφείσης ῥᾳδίως ἕλκει ζυγόν.
καίτοι τὸ θηριῶδες ἄφθογγόν τ᾽ ἔφυ
ξυνέσει τ᾽ ἄχρηστον τῇ φύσει τε λείπεται.
σὲ δ᾽, ὦ φίλ᾽ Ἕκτορ, εἶχον ἄνδρ᾽ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
675 ἀκήρατον δέ μ᾽ ἐκ πατρὸς λαβὼν δόμων
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ᾽ ἐγὼ
πρὸς Ἑλλάδ᾽ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
ἆρ᾽ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχει κακῶν
680 Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
ἐμοὶ γὰρ οὐδ᾽ ὃ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
πράξειν τι κεδνόν· ἡδὺ δ᾽ ἐστὶ καὶ δοκεῖν.
ΧΟ. ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
685 τὸ σὸν διδάσκεις μ᾽ ἔνθα πημάτων κυρῶ.
τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
ὁ δ᾽ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
640 ψυχὴν ἀλᾶται τῆς πάροιθ᾽ εὐπραξίας.
κείνη δ᾽, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
645 ἃ γὰρ γυναιξὶ σώφρον᾽ ἔσθ᾽ ηὑρημένα,
ταῦτ᾽ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
πρῶτον μέν, ἔνθα κἂν προσῇ κἂν μὴ προσῇ
ψόγος γυναιξίν, αὐτὸ τοῦτ᾽ ἐφέλκεται
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
650 τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
γλώσσης τε σιγὴν ὄμμα θ᾽ ἥσυχον πόσει
655 παρεῖχον· ᾔδη δ᾽ ἁμὲ χρῆν νικᾶν πόσιν,
κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
καὶ τῶνδε κληδὼν ἐς στράτευμ᾽ Ἀχαιικὸν
ἐλθοῦσ᾽ ἀπώλεσέν μ᾽· ἐπεὶ γὰρ ᾑρέθην,
Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
660 δάμαρτα· δουλεύσω δ᾽ ἐν αὐθεντῶν δόμοις.
κεἰ μὲν παρώσασ᾽ Ἕκτορος φίλον κάρα
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δ᾽ αὖ
στυγοῦσ᾽ ἐμαυτῆς δεσπόταις μισήσομαι.
665 καίτοι λέγουσιν ὡς μί᾽ εὐφρόνη χαλᾷ
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
ἀπέπτυσ᾽ αὐτὴν ἥτις ἄνδρα τὸν πάρος
καινοῖσι λέκτροις ἀποβαλοῦσ᾽ ἄλλον φιλεῖ.
ἀλλ᾽ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
670 τῆς συντραφείσης ῥᾳδίως ἕλκει ζυγόν.
καίτοι τὸ θηριῶδες ἄφθογγόν τ᾽ ἔφυ
ξυνέσει τ᾽ ἄχρηστον τῇ φύσει τε λείπεται.
σὲ δ᾽, ὦ φίλ᾽ Ἕκτορ, εἶχον ἄνδρ᾽ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
675 ἀκήρατον δέ μ᾽ ἐκ πατρὸς λαβὼν δόμων
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ᾽ ἐγὼ
πρὸς Ἑλλάδ᾽ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
ἆρ᾽ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχει κακῶν
680 Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
ἐμοὶ γὰρ οὐδ᾽ ὃ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
πράξειν τι κεδνόν· ἡδὺ δ᾽ ἐστὶ καὶ δοκεῖν.
ΧΟ. ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
685 τὸ σὸν διδάσκεις μ᾽ ἔνθα πημάτων κυρῶ.
***
ΑΝΤ. Μάνα, σωστός δεν είν᾽ αυτός ο λόγος·κάτι θα πω κι εγώ που θα σ᾽ αρέσει.
Ανυπαρξία και θάνατος είναι ένα,
κι έτσι, από μια ζωή γεμάτη πίκρες
ανώτερο το θάνατο εγώ κρίνω·
δε νιώθεις το κακό, δεν έχεις πόνο·
μα απ᾽ τ᾽ αγαθά στη δυστυχία σαν πέσεις,
640 θυμάται τα παλιά η ψυχή και κλαίει.
Στον κόσμο ως να μην ήρθε η Πολυξένη,
πέθανε, συμφορά καμιά δεν ξέρει.
Εμένα, της ζωής μου τ᾽ όνειρο ήταν
ένα όνομα καλό· το βρήκα· κι όμως
την ευτυχία γι᾽ αυτό ίσα ίσα χάνω.
Ποιές αρετές ζητούν απ᾽ τη γυναίκα;
στου αντρός μου αυτές το σπίτι ακολουθούσα.
Οποιανής πρώτα πρώτ᾽ αρέσει το έξω,
βγάζει όνομα κακό, κι ας βρίσκει ή όχι
σ᾽ αυτό ψεγάδι ο κόσμος· τέτοιον πόθο
650 τον έδιωξα και σπίτι έμενα πάντα·
σε γυναικών κουσκουσουριές κλεισμένη
η πόρτα μου· κανόνιζα μονάχη
πώς να βαδίζω· δάσκαλός μου ο νους μου.
Στον άντρα μου μπροστά σιωπή, ησυχία·
ήξερα σε τί πράματα σωστό ηταν
τον άντρα να νικώ, και πότε πάλι
σ᾽ αυτόν ν᾽ αφήνω θα ᾽πρεπε τη νίκη.
Αυτών των αρετών μου η φήμη πήγε
ως τους Αχαιούς κι αυτό ήταν ο χαμός μου·
όταν με πιάσαν, τ᾽ Αχιλλέα ο γιος
γυναίκα του με θέλησε, και σκλάβα
660 πηγαίνω στων φονιάδων μας τα σπίτια.
Τη μορφή αν διώξω του Έχτορα απ᾽ το νου μου
και την καρδιά στο νέο μου άντρα ανοίξω,
άπιστη θα ᾽μαι στο νεκρό· αν το νέο
μισώ, θα ᾽χω του αφέντη μου την έχθρα.
Μια νύχτα, λένε, αρκεί για να λυγίσει
την αντιπάθεια πὄχει μια γυναίκα
για ενός αντρός τ᾽ αγκάλιασμα· το ξέρω·
για μέ είναι σιχαμένη όποια ξεχνάει
τον πρώτον άντρα κι άλλη αγάπη νιώθει.
Ως κι η φοράδα, αν βγει η συντρόφισσά της
670 απ᾽ το ζευγάρι, σέρνει δίχως κέφι.
Κι όμως το ζώο κατώτερη έχει φύση,
δεν έχει δα ούτε φρόνηση ούτε γλώσσα.
Άντρας δικός μου εσύ ᾽σουν, Έχτορά μου,
τρανός σε νου, γενιά κι αντρεία και πλούτη·
αγνή απ᾽ το πατρικό με πήρες σπίτι,
παρθενική μου η κλίνη εσένα εδέχτη·
και τώρα εχάθης, μ᾽ έπιασαν κι εμένα,
τα πλοία με παίρνουν σκλάβα στην Ελλάδα.
Τί ειν᾽ ο χαμός λοιπόν της Πολυξένης,
680 που τον θρηνείς, μπροστά στις συμφορές μου;
Και το στερνό που μένει στον καθέναν,
η ελπίδα, πάει για μένα, ούτε κι η πλάνη
δε με γελά πως φως θα δω μια μέρα·
κι όμως κι η ιδέα κάποια χαρά σού δίνει.
ΚΟΡ. Κοινή ᾽ναι η συμφορά μας· τα δικά σου
θρηνώντας πάθη λες και τα δικά μου.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου