Τρίτη 1 Οκτωβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (850-884)

ΣΥΚΟΦΑΝΤΗΣ
850 οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
καὶ τρισκακοδαίμων καὶ τετράκις καὶ πεντάκις
καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
ΚΑ. Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
855 τί ποτ᾽ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
ΣΥ. οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
πάλιν αὖθις, ἤνπερ μὴ ᾽πιλίπωσιν αἱ δίκαι;
860 ΔΙ. ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
ἔοικε δ᾽ εἶναι τοῦ πονηροῦ κόμματος.
ΚΑ. νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
ΣΥ. ποῦ, ποῦ ᾽σθ᾽ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
865 ὑποσχόμενος οὗτος ποήσειν εὐθέως,
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
ΚΑ. καὶ τίνα δέδρακε δῆτα τοῦτ᾽; ΣΥ. ἐμὲ τουτονί.
ΚΑ. ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
870 ΣΥ. μὰ Δί᾽, οὐ μὲν οὖν ἐσθ᾽ ὑγιὲς ὑμῶν οὐδενός,
κοὐκ ἔσθ᾽ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
ΚΑ. ὡς σοβαρός, ὦ Δάματερ, εἰσελήλυθεν
ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
ΣΥ. σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·
875 ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ᾽ ἐκεῖ στρεβλούμενον
εἰπεῖν ἃ πεπανούργηκας. ΚΑ. οἰμώξἄρα σύ.
ΔΙ. νὴ τὸν Δία τὸν σωτῆρα, πολλοῦ γ᾽ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν ὁ θεὸς οὗτος, εἰ
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
880 ΣΥ. οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δ᾽ ἔχοντ᾽ εἶδόν σ᾽ ἐγὼ τριβώνιον.
ΔΙ. οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρ᾽ Εὐδάμου δραχμῆς.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου